Livre des Juges
10,17 Καὶ ἀνέβησαν οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν Γαλααδ, καὶ ἐξῆλθον οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐν τῇ Μασσηφα. ( ) 10,18 καὶ εἶπον οἱ ἄρχοντες τοῦ λαοῦ Γαλααδ ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τίς ἀνήρ, ὃς ἄρξεται πολεμῆσαι ἐν τοῖς υἱοῖς Αμμων., καὶ ἔσται εἰς κεφαλὴν πᾶσιν τοῖς κατοικοῦσιν Γαλααδ. ( ) 11,1 Καὶ Ιεφθαε ὁ Γαλααδίτης δυνατὸς ἐν ἰσχύι· καὶ αὐτὸς ἦν υἱὸς γυναικὸς πόρνης, καὶ ἔτεκεν τῷ Γαλααδ τὸν Ιεφθαε. ( ) 11,2 καὶ ἔτεκεν ἡ γυνὴ Γαλααδ αὐτῷ υἱούς· καὶ ἡδρύνθησαν οἱ υἱοὶ τῆς γυναικὸς καὶ ἐξέβαλον τὸν Ιεφθαε καὶ εἶπον αὐτῷ Οὐ κληρονομήσεις ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν, ὅτι γυναικὸς υἱὸς ἑταίρας εἶ σύ. ( ) 11,3 καὶ ἀπέδρα Ιεφθαε ἐκ προσώπου τῶν ἀδελφῶν αὐτοῦ καὶ κατῴκησεν ἐν γῇ Τωβ, καὶ συνελέγοντο πρὸς τὸν Ιεφθαε ἄνδρες λιτοὶ καὶ συνεξεπορεύοντο μετ αὐτοῦ. ( )

11,4 Καὶ ἐγένετο μεθ ἡμέρας καὶ ἐπολέμησαν οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ.


( )
11,5 καὶ ἐγενήθη ἡνίκα ἐπολέμουν οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ, καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι Γαλααδ παραλαβεῖν τὸν Ιεφθαε ἐν γῇ Τωβ ( ) 11,6 καὶ εἶπαν πρὸς Ιεφθαε Δεῦρο καὶ ἔσῃ ἡμῖν εἰς ἡγούμενον, καὶ πολεμήσωμεν ἐν τοῖς υἱοῖς Αμμων. ( ) 11,7 καὶ εἶπεν Ιεφθαε τοῖς πρεσβυτέροις Γαλααδ Οὐχ ὑμεῖς ἐμισήσατέ με καὶ ἐξεβάλετέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐξαπεστείλατέ με ἀφ ὑμῶν., καὶ τί ὅτι ἤλθατε πρός με, ἡνίκα ἐθλίβητε., ( ) 11,8 καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε Οὐχ οὕτως· νῦν ἤλθομεν πρὸς σέ, καὶ συμπορεύσῃ ἡμῖν, καὶ πολεμήσομεν ἐν τοῖς υἱοῖς Αμμων· καὶ ἔσῃ ἡμῖν εἰς κεφαλήν, πᾶσιν τοῖς κατοικοῦσιν Γαλααδ. ( ) 11,9 καὶ εἶπεν Ιεφθαε πρὸς τοὺς πρεσβυτέρους Γαλααδ Εἰ ἐπιστρέφετέ με ὑμεῖς πολεμῆσαι ἐν τοῖς υἱοῖς Αμμων καὶ παραδῷ κύριος αὐτοὺς ἐνώπιον ἐμοῦ, ἐγὼ ὑμῖν ἔσομαι εἰς κεφαλήν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: