Livre des Juges
10,9 καὶ διέβησαν οἱ υἱοὶ Αμμων τὸν Ιορδάνην ἐκπολεμῆσαι καὶ ἐν τῷ Ιουδα καὶ Βενιαμιν καὶ ἐν τῷ οἴκῳ Εφραιμ, καὶ ἐθλίβησαν οἱ υἱοὶ Ισραηλ σφόδρα. ( ) 10,10 καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον λέγοντες Ἡμάρτομέν σοι, ὅτι ἐγκατελίπομεν τὸν θεὸν ἡμῶν καὶ ἐλατρεύσαμεν ταῖς Βααλιμ. ( ) 10,11 καὶ εἶπεν κύριος πρὸς τοὺς υἱοὺς Ισραηλ Οὐχὶ οἱ Αἰγύπτιοι καὶ οἱ Αμορραῖοι καὶ οἱ υἱοὶ Αμμων καὶ Μωαβ καὶ οἱ ἀλλόφυλοι ( ) 10,12 καὶ Σιδώνιοι καὶ Μαδιαμ καὶ Αμαληκ ἐξέθλιψαν ὑμᾶς., καὶ ἐκεκράξατε πρός με, καὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν. ( ) 10,13 καὶ ὑμεῖς ἐγκατελίπετέ με καὶ ἐλατρεύσατε θεοῖς ἑτέροις· διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς. ( )

10,14 βαδίζετε καὶ βοᾶτε πρὸς τοὺς θεούς, οὓς ἐξελέξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν.


( )
10,15 καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον Ἡμάρτομεν, ποίησον σὺ ἡμῖν κατὰ πάντα, ὅσα ἂν ἀρέσκῃ ἐνώπιόν σου, πλήν, κύριε, ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ. ( ) 10,16 καὶ μετέστησαν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν καὶ ἐλάτρευσαν τῷ κυρίῳ· καὶ οὐκ εὐηρέστησεν ἐν τῷ λαῷ, καὶ ὠλιγοψύχησεν ἐν τῷ κόπῳ Ισραηλ. ( ) 10,17 Καὶ ἀνέβησαν οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν Γαλααδ, καὶ ἐξῆλθον οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐν τῇ Μασσηφα. ( ) 10,18 καὶ εἶπον οἱ ἄρχοντες τοῦ λαοῦ Γαλααδ ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τίς ἀνήρ, ὃς ἄρξεται πολεμῆσαι ἐν τοῖς υἱοῖς Αμμων., καὶ ἔσται εἰς κεφαλὴν πᾶσιν τοῖς κατοικοῦσιν Γαλααδ. ( ) 11,1 Καὶ Ιεφθαε ὁ Γαλααδίτης δυνατὸς ἐν ἰσχύι· καὶ αὐτὸς ἦν υἱὸς γυναικὸς πόρνης, καὶ ἔτεκεν τῷ Γαλααδ τὸν Ιεφθαε. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: