Livre des Juges
9,53 καὶ ἔρριψεν γυνὴ μία κλάσμα μύλου ἐπὶ τὴν κεφαλὴν Αβιμελεχ καὶ συνέθλασεν τὸ κρανίον αὐτοῦ. ( ) 9,54 καὶ ἐβόησεν τὸ τάχος πρὸς τὸ παιδάριον τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ εἶπεν αὐτῷ Σπάσαι τὴν μάχαιράν σου καὶ θανάτωσόν με, μήποτε εἴπωσιν Γυνὴ ἀπέκτεινεν αὐτόν. καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ, καὶ ἀπέθανεν Αβιμελεχ. ( ) 9,55 καὶ εἶδεν ἀνὴρ Ισραηλ ὅτι ἀπέθανεν Αβιμελεχ, καὶ ἀπῆλθον ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ. ( ) 9,56 καὶ ἀπέστρεψεν ὁ θεὸς τὴν κακίαν Αβιμελεχ, ἣν ἐποίησεν τῷ πατρὶ αὐτοῦ ἀποκτεῖναι τοὺς ἑβδομήκοντα ἀδελφοὺς αὐτοῦ. ( ) 9,57 καὶ πᾶσαν κακίαν ἀνδρῶν Σικιμων ἐπέστρεψεν ὁ θεὸς εἰς τὴν κεφαλὴν αὐτῶν, καὶ ἐπῆλθεν ἐπ αὐτοὺς ἡ κατάρα Ιωαθαμ τοῦ υἱοῦ Ιεροβααλ. ( )

10,1 Καὶ ἀνέστη μετὰ Αβιμελεχ τοῦ σῶσαι τὸν Ισραηλ Θωλα υἱὸς Φουα υἱὸς πατραδέλφου αὐτοῦ ἀνὴρ Ισσαχαρ, καὶ αὐτὸς κατῴκει ἐν Σαμαρείᾳ ἐν ὄρει Εφραιμ.


19562 Bible des Peuples sur titre chapitre 2023-11-11: Tola, Yaïr et Jephté

19561 Bible des Peuples sur titre chapitre 2023-11-11: LES HISTOIRES DE CINQ PETITS JUGES, SIX AVEC JEPHTÉ

4060 Bible des peuples sur verset 2018-12-26: Chaque tribu a ses propres problèmes. Des sauveurs surgissent alors en divers endroits et, après avoir remporté une victoire, ils sont honorés comme “juges” pour le reste de leur vie : Gédéon, de la tribu de Manassé, Tola d’Issacar, Yaïr de Galaad. On voit l’amour inlassable de Yahvé qui pardonne toujours. Quand les péchés se multiplient, Yahvé dit : je ne vous sauverai plus ; et, encore une fois, Dieu ne supporte pas davantage la souffrance d’Israël. Si nous nous plaignons de ce que Dieu ne fait rien pour supprimer l’injustice dans le monde, c’est parce que nous ne savons pas voir que les opprimés, comme ceux qui les oppriment, ont leur part de responsabilité et de péché.

( )
10,2 καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι καὶ τρία ἔτη καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν Σαμαρείᾳ. ( ) 10,3 Καὶ ἀνέστη μετ αὐτὸν Ιαιρ ὁ Γαλααδίτης καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι καὶ δύο ἔτη. ( ) 10,4 καὶ ἐγένοντο αὐτῷ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβεβηκότες ἐπὶ τριάκοντα καὶ δύο πώλους· καὶ τριάκοντα καὶ δύο πόλεις αὐτοῖς, καὶ ἐκάλεσεν αὐτὰς Ἐπαύλεις Ιαιρ ἕως τῆς ἡμέρας ταύτης, αἵ εἰσιν ἐν τῇ γῇ Γαλααδ. ( ) 10,5 καὶ ἀπέθανεν Ιαιρ καὶ ἐτάφη ἐν Ραμμω. ( ) 10,6 Καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἔναντι κυρίου καὶ ἐλάτρευσαν ταῖς Βααλιμ καὶ ταῖς Ασταρωθ καὶ τοῖς θεοῖς Σιδῶνος καὶ τοῖς θεοῖς Μωαβ καὶ τοῖς θεοῖς υἱῶν Αμμων καὶ τοῖς θεοῖς τῶν ἀλλοφύλων καὶ ἐγκατέλιπον τὸν κύριον καὶ οὐκ ἐδούλευσαν αὐτῷ ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: