Livre de la Genèse
25,19 Καὶ αὗται αἱ γενέσεις Ισαακ τοῦ υἱοῦ Αβρααμ· Αβρααμ ἐγέννησεν τὸν Ισαακ. ( ) 25,20 ἦν δὲ Ισαακ ἐτῶν τεσσαράκοντα, ὅτε ἔλαβεν τὴν Ρεβεκκαν θυγατέρα Βαθουηλ τοῦ Σύρου ἐκ τῆς Μεσοποταμίας ἀδελφὴν Λαβαν τοῦ Σύρου ἑαυτῷ γυναῖκα. ( ) 25,21 ἐδεῖτο δὲ Ισαακ κυρίου περὶ Ρεβεκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν· ἐπήκουσεν δὲ αὐτοῦ ὁ θεός, καὶ ἔλαβεν ἐν γαστρὶ Ρεβεκκα ἡ γυνὴ αὐτοῦ. ( ) 25,22 ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ· εἶπεν δέ Εἰ οὕτως μοι μέλλει γίνεσθαι, ἵνα τί μοι τοῦτο., ἐπορεύθη δὲ πυθέσθαι παρὰ κυρίου, ( ) 25,23 καὶ εἶπεν κύριος αὐτῇ Δύο ἔθνη ἐν τῇ γαστρί σού εἰσιν, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται· καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. ( )

25,24 καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς.


( )
25,25 ἐξῆλθεν δὲ ὁ υἱὸς ὁ πρωτότοκος πυρράκης, ὅλος ὡσεὶ δορὰ δασύς· ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ Ησαυ. ( ) 25,26 καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης Ησαυ· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιακωβ. Ισαακ δὲ ἦν ἐτῶν ἑξήκοντα, ὅτε ἔτεκεν αὐτοὺς Ρεβεκκα. ( ) 25,27 Ηὐξήθησαν δὲ οἱ νεανίσκοι, καὶ ἦν Ησαυ ἄνθρωπος εἰδὼς κυνηγεῖν ἄγροικος, Ιακωβ δὲ ἦν ἄνθρωπος ἄπλαστος οἰκῶν οἰκίαν. ( Jb 1,1 , Ps 25,11 ) 25,28 ἠγάπησεν δὲ Ισαακ τὸν Ησαυ, ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ· Ρεβεκκα δὲ ἠγάπα τὸν Ιακωβ. ( ) 25,29 ἥψησεν δὲ Ιακωβ ἕψεμα· ἦλθεν δὲ Ησαυ ἐκ τοῦ πεδίου ἐκλείπων, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: