Livre des Juges
9,7 καὶ ἀνήγγειλαν τῷ Ιωαθαμ, καὶ ἐπορεύθη καὶ ἔστη ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους Γαριζιν καὶ ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἐκάλεσεν καὶ εἶπεν αὐτοῖς Ἀκούσατέ μου, ἄνδρες Σικιμων, καὶ ἀκούσαι ὑμῶν ὁ θεός. ( ) 9,8 πορευόμενα ἐπορεύθησαν τὰ ξύλα τοῦ χρῖσαι ἑαυτοῖς βασιλέα καὶ εἶπον τῇ ἐλαίᾳ Βασίλευσον ἐφ ἡμῶν. ( ) 9,9 καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία Ἀφεῖσα τὴν πιότητά μου, ἣν ἐν ἐμοὶ ἐδόξασεν ὁ θεὸς καὶ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων., ( ) 9,10 καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ Δεῦρο βασίλευσον ἐφ ἡμῶν. ( ) 9,11 καὶ εἶπεν αὐτοῖς ἡ συκῆ Ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γένημά μου τὸ ἀγαθὸν πορευθῶ ἄρχειν ἐπὶ ξύλων., ( )

9,12 καὶ εἶπαν τὰ ξύλα τῇ ἀμπέλῳ Δεῦρο βασίλευσον ἐφ ἡμῶν.


( )
9,13 καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος Ἀφεῖσα τὸν οἶνόν μου, τὴν εὐφροσύνην τὴν παρὰ τοῦ θεοῦ τῶν ἀνθρώπων, πορευθῶ ἄρχειν ξύλων., ( ) 9,14 καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ῥάμνον Δεῦρο σὺ βασίλευσον ἐφ ἡμῶν. ( ) 9,15 καὶ εἶπεν ἡ ῥάμνος πρὸς τὰ ξύλα Εἰ ἐν ἀληθείᾳ ὑμεῖς χρίετέ με εἰς βασιλέα ἐφ ὑμῶν, δεῦτε πεποίθατε ἐν τῇ σκέπῃ μου· καὶ εἰ μή, ἐξέλθοι πῦρ ἐκ τῆς ῥάμνου καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιβάνου. ( ) 9,16 καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ ἐν τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ, καὶ εἰ καλῶς ἐποιήσατε μετὰ Ιεροβααλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ εἰ κατὰ τὸ ἀνταπόδομα τῆς χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ, ( ) 9,17 – ὡς ἐπολέμησεν ὁ πατήρ μου ὑπὲρ ὑμῶν καὶ ἔρριψεν τὴν ψυχὴν αὐτοῦ ἐξ ἐναντίας καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρὸς Μαδιαμ, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: