Livre des Juges
9,1 Καὶ ἐπορεύθη Αβιμελεχ υἱὸς Ιεροβααλ εἰς Σικιμα πρὸς τοὺς ἀδελφοὺς τῆς μητρὸς αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτοὺς καὶ πρὸς πᾶσαν τὴν συγγένειαν τοῦ οἴκου τῆς μητρὸς αὐτοῦ λέγων ( ) 9,2 Λαλήσατε δὴ ἐν ὠσὶν τῶν ἀνδρῶν Σικιμων Ποῖον βέλτιόν ἐστιν, τὸ ἄρχειν ὑμῶν ἑβδομήκοντα ἄνδρας, πάντας υἱοὺς Ιεροβααλ, ἢ κυριεύειν ὑμῶν ἄνδρα ἕνα., καὶ μνήσθητε ὅτι σὰρξ ὑμῶν καὶ ὀστοῦν ὑμῶν ἐγώ εἰμι. ( ) 9,3 καὶ ἐλάλησαν περὶ αὐτοῦ οἱ ἀδελφοὶ τῆς μητρὸς αὐτοῦ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν Σικιμων πάντας τοὺς λόγους τούτους, καὶ ἔκλινεν καρδία αὐτῶν ὀπίσω Αβιμελεχ, ὅτι εἶπαν Ἀδελφὸς ἡμῶν ἐστιν. ( ) 9,4 καὶ ἔδωκαν αὐτῷ ἑβδομήκοντα ἀργυρίου ἐκ τοῦ οἴκου Βααλ διαθήκης, καὶ ἐμισθώσατο ἐν αὐτοῖς Αβιμελεχ ἄνδρας κενοὺς καὶ θαμβουμένους, καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ. ( ) 9,5 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς Εφραθα καὶ ἀπέκτεινεν τοὺς ἀδελφοὺς αὐτοῦ υἱοὺς Ιεροβααλ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα· καὶ ἀπελείφθη Ιωαθαμ υἱὸς Ιεροβααλ ὁ νεώτερος, ὅτι ἐκρύβη. ( )

9,6 Καὶ συνήχθησαν πάντες οἱ ἄνδρες Σικιμων καὶ πᾶς ὁ οἶκος Μααλλων καὶ ἐπορεύθησαν καὶ ἐβασίλευσαν τὸν Αβιμελεχ εἰς βασιλέα πρὸς τῇ βαλάνῳ τῆς στάσεως ἐν Σικιμοις.


( )
9,7 καὶ ἀνήγγειλαν τῷ Ιωαθαμ, καὶ ἐπορεύθη καὶ ἔστη ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους Γαριζιν καὶ ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἐκάλεσεν καὶ εἶπεν αὐτοῖς Ἀκούσατέ μου, ἄνδρες Σικιμων, καὶ ἀκούσαι ὑμῶν ὁ θεός. ( ) 9,8 πορευόμενα ἐπορεύθησαν τὰ ξύλα τοῦ χρῖσαι ἑαυτοῖς βασιλέα καὶ εἶπον τῇ ἐλαίᾳ Βασίλευσον ἐφ ἡμῶν. ( ) 9,9 καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία Ἀφεῖσα τὴν πιότητά μου, ἣν ἐν ἐμοὶ ἐδόξασεν ὁ θεὸς καὶ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων., ( ) 9,10 καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ Δεῦρο βασίλευσον ἐφ ἡμῶν. ( ) 9,11 καὶ εἶπεν αὐτοῖς ἡ συκῆ Ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γένημά μου τὸ ἀγαθὸν πορευθῶ ἄρχειν ἐπὶ ξύλων., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: