Livre des Juges
8,10 καὶ Ζεβεε καὶ Σαλμανα ἐν Καρκαρ, καὶ ἡ παρεμβολὴ αὐτῶν μετ αὐτῶν ὡσεὶ πεντεκαίδεκα χιλιάδες, οἱ καταλειφθέντες ἐν πάσῃ παρεμβολῇ υἱῶν ἀνατολῶν, καὶ οἱ πεπτωκότες ἦσαν ἑκατὸν καὶ εἴκοσι χιλιάδες ἀνδρῶν ἐσπασμένων ῥομφαίαν. ( ) 8,11 καὶ ἀνέβη Γεδεων ὁδὸν κατοικούντων ἐν σκηναῖς ἀνατολῶν τῆς Ναβεθ ἐξ ἐναντίας Ζεβεε· καὶ ἐπάταξεν τὴν παρεμβολήν, ἡ δὲ παρεμβολὴ ἦν πεποιθυῖα. ( ) 8,12 καὶ ἔφυγεν Ζεβεε καὶ Σαλμανα, καὶ ἐδίωξεν ὀπίσω αὐτῶν καὶ ἐκράτησεν τοὺς δύο βασιλεῖς Μαδιαμ, τὸν Ζεβεε καὶ τὸν Σαλμανα, καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτῶν ἐξέτριψεν. ( ) 8,13 καὶ ἀνέστρεψεν Γεδεων υἱὸς Ιωας ἐκ τοῦ πολέμου ἀπὸ ἀναβάσεως Αρες. ( ) 8,14 καὶ συνέλαβον παιδάριον ἐκ τῶν ἀνδρῶν Σοκχωθ, καὶ ἐπηρώτησεν αὐτόν, καὶ ἀπεγράψατο πρὸς αὐτοὺς τοὺς ἄρχοντας Σοκχωθ καὶ τοὺς πρεσβυτέρους αὐτῆς, ἑβδομήκοντα ἑπτὰ ἄνδρας. ( )

8,15 καὶ παρεγένετο Γεδεων πρὸς τοὺς ἄρχοντας Σοκχωθ καὶ εἶπεν αὐτοῖς Ἰδοὺ Ζεβεε καὶ Σαλμανα, δι οὓς ὠνειδίσατέ με λέγοντες Μὴ χεὶρ Ζεβεε καὶ Σαλμανα νῦν ἐν τῇ χειρί σου, ὅτι δώσομεν τοῖς ἀνδράσιν σου τοῖς ἐκλελυμένοις ἄρτους.,


( )
8,16 καὶ ἔλαβεν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους τῆς πόλεως καὶ κατέξανεν αὐτοὺς ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ταῖς βαρακηνιμ καὶ κατέξανεν ἐν αὐτοῖς ἄνδρας Σοκχωθ. ( ) 8,17 καὶ τὸν πύργον Φανουηλ κατέσκαψεν καὶ ἀπέκτεινεν τοὺς ἄνδρας τῆς πόλεως. ( ) 8,18 καὶ εἶπεν πρὸς Ζεβεε καὶ Σαλμανα Ποῦ οἱ ἄνδρες, οὓς ἀπεκτείνατε ἐν Θαβωρ., καὶ εἶπαν Ὡσεὶ σύ, ὅμοιος σοί, ὅμοιος αὐτῶν, ὡς εἶδος μορφὴ υἱῶν βασιλέων. ( ) 8,19 καὶ εἶπεν Γεδεων Ἀδελφοί μου καὶ υἱοὶ τῆς μητρός μού εἰσιν. καὶ ὤμοσεν αὐτοῖς Ζῇ κύριος, εἰ ἐζωογονήσατε αὐτούς, οὐκ ἂν ἀπέκτεινα ὑμᾶς. ( ) 8,20 καὶ εἶπεν τῷ Ιεθερ τῷ πρωτοτόκῳ αὐτοῦ Ἀναστὰς ἀπόκτεινον αὐτούς· καὶ οὐκ ἔσπασεν τὸ παιδάριον αὐτοῦ τὴν μάχαιραν αὐτοῦ, ὅτι ἐφοβήθη, ὅτι ἦν νεώτερος. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: