Livre des Juges
8,3 ἐν χειρὶ ὑμῶν παρέδωκεν κύριος τοὺς ἄρχοντας Μαδιαμ, τὸν Ωρηβ καὶ τὸν Ζηβ· καὶ τί ἠδυνάσθην ποιῆσαι καθὼς ὑμεῖς., καὶ κατέπαυσαν. τότε ἀνῆκε τὸ πνεῦμα αὐτῶν ἀπ αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον. ( ) 8,4 Καὶ ἦλθεν Γεδεων ἐπὶ τὸν Ιορδάνην, καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες μετ αὐτοῦ ὀλιγοψυχοῦντες καὶ πεινῶντες. ( ) 8,5 καὶ εἶπεν τοῖς ἀνδράσιν Σοκχωθ Δότε δὴ ἄρτους τῷ λαῷ τῷ μετ ἐμοῦ, ὅτι πεινῶσιν, ἐγὼ δὲ διώκω ὀπίσω Ζεβεε καὶ Σαλμανα βασιλέων Μαδιαμ. ( ) 8,6 καὶ εἶπαν οἱ ἄρχοντες Σοκχωθ Μὴ χεὶρ Ζεβεε καὶ Σαλμανα νῦν ἐν τῇ χειρί σου, ὅτι δώσομεν τῇ στρατιᾷ σου ἄρτους., ( ) 8,7 καὶ εἶπεν Γεδεων Οὐχ οὕτως· ἐν τῷ δοῦναι κύριον τὸν Ζεβεε καὶ Σαλμανα ἐν τῇ χειρί μου καὶ καταξανῶ τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ἐν ταῖς βαρκοννιμ. ( )

8,8 καὶ ἀνέβη ἐκεῖθεν εἰς Φανουηλ καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ ταῦτα, καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Φανουηλ ὃν τρόπον ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Σοκχωθ.


( )
8,9 καὶ εἶπεν τοῖς ἀνδράσιν Φανουηλ λέγων Ἐν τῷ ἐπιστρέφειν με μετ εἰρήνης κατασκάψω τὸν πύργον τοῦτον. ( ) 8,10 καὶ Ζεβεε καὶ Σαλμανα ἐν Καρκαρ, καὶ ἡ παρεμβολὴ αὐτῶν μετ αὐτῶν ὡσεὶ πεντεκαίδεκα χιλιάδες, οἱ καταλειφθέντες ἐν πάσῃ παρεμβολῇ υἱῶν ἀνατολῶν, καὶ οἱ πεπτωκότες ἦσαν ἑκατὸν καὶ εἴκοσι χιλιάδες ἀνδρῶν ἐσπασμένων ῥομφαίαν. ( ) 8,11 καὶ ἀνέβη Γεδεων ὁδὸν κατοικούντων ἐν σκηναῖς ἀνατολῶν τῆς Ναβεθ ἐξ ἐναντίας Ζεβεε· καὶ ἐπάταξεν τὴν παρεμβολήν, ἡ δὲ παρεμβολὴ ἦν πεποιθυῖα. ( ) 8,12 καὶ ἔφυγεν Ζεβεε καὶ Σαλμανα, καὶ ἐδίωξεν ὀπίσω αὐτῶν καὶ ἐκράτησεν τοὺς δύο βασιλεῖς Μαδιαμ, τὸν Ζεβεε καὶ τὸν Σαλμανα, καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτῶν ἐξέτριψεν. ( ) 8,13 καὶ ἀνέστρεψεν Γεδεων υἱὸς Ιωας ἐκ τοῦ πολέμου ἀπὸ ἀναβάσεως Αρες. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: