Livre des Juges
7,20 καὶ ἐσάλπισαν αἱ τρεῖς ἀρχαὶ ἐν ταῖς κερατίναις καὶ συνέτριψαν τὰς ὑδρίας καὶ ἐλάβοντο ἐν τῇ χειρὶ τῇ ἀριστερᾷ αὐτῶν τῶν λαμπάδων, καὶ ἐν τῇ χειρὶ τῇ δεξιᾷ αὐτῶν αἱ κερατίναι τοῦ σαλπίζειν, καὶ ἀνέκραξαν Ῥομφαία τῷ κυρίῳ καὶ τῷ Γεδεων. ( ) 7,21 καὶ ἔστησαν ἕκαστος καθ ἑαυτὸν κύκλῳ τῆς παρεμβολῆς, καὶ ἔδραμον πᾶσα ἡ παρεμβολὴ καὶ ἐσήμαναν καὶ ἔφυγον. ( ) 7,22 καὶ ἐσάλπισαν αἱ τριακόσιαι κερατίναι, καὶ ἔθετο κύριος μάχαιραν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ καὶ ἐν ὅλῃ τῇ παρεμβολῇ, καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως τῆς Βαιθασεττα καὶ συνηγμένη ἕως χείλους Αβελμεουλα καὶ ἐπὶ Ταβαθ. ( ) 7,23 καὶ ἐβόησεν ἀνὴρ Ισραηλ ἐκ Νεφθαλιμ καὶ ἐξ Ασηρ καὶ ἐκ παντὸς Μανασση καὶ κατεδίωξαν ὀπίσω Μαδιαμ. ( ) 7,24 Καὶ ἀγγέλους ἐξαπέστειλεν Γεδεων ἐν παντὶ ὁρίῳ Εφραιμ λέγων Κατάβητε εἰς συνάντησιν Μαδιαμ καὶ καταλάβετε ἑαυτοῖς τὸ ὕδωρ ἕως Βαιθβηρα καὶ τὸν Ιορδάνην· καὶ ἐβόησεν πᾶς ἀνὴρ Εφραιμ καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως Βαιθβηρα καὶ τὸν Ιορδάνην. ( )

7,25 καὶ συνέλαβον τοὺς δύο ἄρχοντας Μαδιαμ, τὸν Ωρηβ καὶ τὸν Ζηβ, καὶ ἀπέκτειναν τὸν Ωρηβ ἐν Σουριν καὶ τὸν Ζηβ ἀπέκτειναν ἐν Ιακεφζηβ καὶ κατεδίωξαν Μαδιαμ· καὶ τὴν κεφαλὴν Ωρηβ καὶ Ζηβ ἤνεγκαν πρὸς Γεδεων ἐκ τοῦ πέραν τοῦ Ιορδάνου.


( )
8,1 καὶ εἶπεν πρὸς αὐτὸν ἀνὴρ Εφραιμ Τί τὸ ῥῆμα τοῦτο ἐποίησας ἡμῖν τοῦ μὴ καλέσαι ἡμᾶς, ὅτε ἐξεπορεύου πολεμῆσαι ἐν τῇ Μαδιαμ., καὶ ἐκρίνοντο μετ αὐτοῦ κραταιῶς. ( ) 8,2 καὶ εἶπεν πρὸς αὐτούς Τί ἐποίησα νῦν καθὼς ὑμεῖς., οὐχὶ κρείττω ἐπιφυλλίδες Εφραιμ ἢ τρυγητὸς Αβιεζερ., ( ) 8,3 ἐν χειρὶ ὑμῶν παρέδωκεν κύριος τοὺς ἄρχοντας Μαδιαμ, τὸν Ωρηβ καὶ τὸν Ζηβ· καὶ τί ἠδυνάσθην ποιῆσαι καθὼς ὑμεῖς., καὶ κατέπαυσαν. τότε ἀνῆκε τὸ πνεῦμα αὐτῶν ἀπ αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον. ( ) 8,4 Καὶ ἦλθεν Γεδεων ἐπὶ τὸν Ιορδάνην, καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες μετ αὐτοῦ ὀλιγοψυχοῦντες καὶ πεινῶντες. ( ) 8,5 καὶ εἶπεν τοῖς ἀνδράσιν Σοκχωθ Δότε δὴ ἄρτους τῷ λαῷ τῷ μετ ἐμοῦ, ὅτι πεινῶσιν, ἐγὼ δὲ διώκω ὀπίσω Ζεβεε καὶ Σαλμανα βασιλέων Μαδιαμ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: