Livre des Juges
6,16 καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου Κύριος ἔσται μετὰ σοῦ, καὶ πατάξεις τὴν Μαδιαμ ὡσεὶ ἄνδρα ἕνα. ( ) 6,17 καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων Καὶ εἰ εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, καὶ ποιήσεις μοι σημεῖον ὅτι σὺ λαλεῖς μετ ἐμοῦ· ( ) 6,18 μὴ κινηθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρὸς σέ, καὶ οἴσω τὴν θυσίαν μου καὶ θήσω ἐνώπιόν σου. καὶ εἶπεν Ἐγώ εἰμι καθήσομαι ἕως τοῦ ἐπιστρέψαι σε. ( ) 6,19 καὶ Γεδεων εἰσῆλθεν καὶ ἐποίησεν ἔριφον αἰγῶν καὶ οιφι ἀλεύρου ἄζυμα καὶ τὰ κρέα ἐπέθηκεν ἐπὶ τὸ κανοῦν καὶ τὸν ζωμὸν ἐνέχεεν εἰς χύτραν καὶ ἐξήνεγκεν πρὸς αὐτὸν ὑπὸ τὴν δρῦν καὶ προσεκύνησεν. ( ) 6,20 καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου Λαβὲ τὰ κρέα καὶ τοὺς ἄρτους τοὺς ἀζύμους καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην καὶ τὸν ζωμὸν ἔκχεον· καὶ ἐποίησεν οὕτως. ( )

6,21 καὶ ἐξέτεινεν ὁ ἄγγελος κυρίου τὸ ἄκρον τῆς ῥάβδου τῆς ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἥψατο τῶν κρεῶν καὶ τῶν ἀζύμων, καὶ ἀνήφθη πῦρ ἐκ τῆς πέτρας καὶ κατέφαγεν τὰ κρέα καὶ τοὺς ἀζύμους· καὶ ὁ ἄγγελος κυρίου ἀπῆλθεν ἐξ ὀφθαλμῶν αὐτοῦ.


4048 Bible des peuples sur verset 2018-12-26: Deux signes avaient été donnés à Moïse au moment de son envoi en mission (Exode 4.1-8). Ici le récit en donnera trois qui, de fait ne sont que des versions différentes d’une même alliance entre Dieu et Gédéon : 6.17-24 ; 6.25-28 ; 6.36-40. Dans les deux premiers cas il y a un sacrifice par le feu et l’autel du sacrifice devient un lieu sacré. Dans le troisième cas Gédéon demande un signe qui réponde aux exigences d’une expérimentation scientifique, celles-là même que formulera Stuart Mill au 19ème siècle.

( )
6,22 καὶ εἶδεν Γεδεων ὅτι ἄγγελος κυρίου ἐστίν, καὶ εἶπεν Γεδεων Ἆ ἆ, κύριε κύριε, ὅτι εἶδον τὸν ἄγγελον κυρίου πρόσωπον πρὸς πρόσωπον. ( ) 6,23 καὶ εἶπεν αὐτῷ κύριος Εἰρήνη σοι, μὴ φοβοῦ μὴ ἀποθάνῃς. ( ) 6,24 καὶ ᾠκοδόμησεν ἐκεῖ Γεδεων θυσιαστήριον τῷ κυρίῳ καὶ ἐκάλεσεν αὐτὸ Εἰρήνη κυρίου ἕως τῆς ἡμέρας ταύτης ἔτι αὐτοῦ ὄντος ἐν Εφραθα πατρὸς τοῦ Εζρι. ( ) 6,25 Καὶ ἐγενήθη τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν αὐτῷ κύριος Λαβὲ τὸν μόσχον τὸν σιτευτὸν τοῦ πατρός σου, μόσχον τὸν ἑπταετῆ, καὶ καθελεῖς τὸ θυσιαστήριον τοῦ Βααλ, ὅ ἐστιν τοῦ πατρός σου, καὶ τὸ ἄλσος τὸ ἐπ αὐτῷ ἐκκόψεις· ( ) 6,26 καὶ οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου τῷ ὀφθέντι σοι ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους Μαωζ τούτου ἐν τῇ παρατάξει καὶ λήμψῃ τὸν μόσχον καὶ ἀνοίσεις ὁλοκαύτωμα ἐν τοῖς ξύλοις τοῦ ἄλσους, οὗ ἐκκόψεις. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: