Livre des Juges
5,26 τὴν χεῖρα αὐτῆς τὴν ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν, τὴν δεξιὰν αὐτῆς εἰς ἀποτομὰς κατακόπων καὶ ἀπέτεμεν Σισαρα, ἀπέτριψεν τὴν κεφαλὴν αὐτοῦ καὶ συνέθλασεν καὶ διήλασεν τὴν γνάθον αὐτοῦ. ( ) 5,27 ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς συγκάμψας ἔπεσεν, ἐκοιμήθη μεταξὺ ποδῶν αὐτῆς· ἐν ᾧ ἔκαμψεν, ἐκεῖ ἔπεσεν ταλαίπωρος. ( ) 5,28 διὰ τῆς θυρίδος διέκυπτεν ἡ μήτηρ Σισαρα διὰ τῆς δικτυωτῆς ἐπιβλέπουσα ἐπὶ τοὺς μεταστρέφοντας μετὰ Σισαρα Διὰ τί ἠσχάτισεν τὸ ἅρμα αὐτοῦ παραγενέσθαι., διὰ τί ἐχρόνισαν ἴχνη ἁρμάτων αὐτοῦ., ( ) 5,29 σοφαὶ ἀρχουσῶν αὐτῆς ἀνταπεκρίναντο πρὸς αὐτήν, καὶ αὐτὴ ἀπεκρίνατο ἐν ῥήμασιν αὐτῆς ( ) 5,30 Οὐχὶ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα., φιλιάζων φίλοις εἰς κεφαλὴν δυνατοῦ· σκῦλα βαμμάτων Σισαρα, σκῦλα βαμμάτων ποικιλίας, βαφὴ ποικίλων περὶ τράχηλον αὐτοῦ σκῦλον. ( )

5,31 οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου, κύριε· καὶ οἱ ἀγαπῶντες αὐτὸν καθὼς ἡ ἀνατολὴ τοῦ ἡλίου ἐν δυναστείαις αὐτοῦ. Καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη.


( )
6,1 Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἔναντι κυρίου, καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ Μαδιαμ ἔτη ἑπτά. ( ) 6,2 καὶ κατίσχυσεν χεὶρ Μαδιαμ ἐπὶ Ισραηλ· καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ Ισραηλ ἀπὸ προσώπου Μαδιαμ μάνδρας ἐν τοῖς ὄρεσιν καὶ τοῖς σπηλαίοις καὶ τοῖς ὀχυρώμασιν. ( ) 6,3 καὶ ἐγένετο ὅταν ἔσπειρεν ἀνὴρ Ισραηλ, καὶ ἀνέβαινεν Μαδιαμ καὶ Αμαληκ καὶ οἱ υἱοὶ ἀνατολῶν καὶ ἀνέβαινον ἐπ αὐτόν· ( ) 6,4 καὶ παρενέβαλλον ἐπ αὐτοὺς καὶ διέφθειραν τὰ ἐκφόρια τῆς γῆς ἕως τοῦ ἐλθεῖν εἰς Γάζαν καὶ οὐχ ὑπελείποντο ὑπόστασιν ζωῆς ἐν Ισραηλ καὶ ποίμνιον καὶ μόσχον καὶ ὄνον· ( ) 6,5 ὅτι αὐτοὶ καὶ τὰ κτήνην αὐτῶν ἀνέβαινον καὶ τὰς σκηνὰς αὐτῶν παρέφερον καὶ παρεγίνοντο ὡς ἀκρὶς εἰς πλῆθος, καὶ αὐτοῖς καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός, καὶ παρεγίνοντο ἐν τῇ γῇ Ισραηλ τοῦ διαφθείρειν αὐτήν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: