Livre des Juges
5,13 πότε ἐμεγαλύνθη ἡ ἰσχὺς αὐτοῦ., κύριε, ταπείνωσόν μοι τοὺς ἰσχυροτέρους μου. ( ) 5,14 λαὸς Εφραιμ ἐτιμωρήσατο αὐτοὺς ἐν κοιλάδι ἀδελφοῦ σου Βενιαμιν ἐν λαοῖς σου. ἐξ ἐμοῦ Μαχιρ κατέβησαν ἐξερευνῶντες, καὶ ἐκ Ζαβουλων κύριος ἐπολέμει μοι ἐν δυνατοῖς ἐκεῖθεν ἐν σκήπτρῳ ἐνισχύοντος ἡγήσεως. ( Gn 50,23 , ) 5,15 ἐν Ισσαχαρ μετὰ Δεββωρας ἐξαπέστειλεν πεζοὺς αὐτοῦ εἰς τὴν κοιλάδα. ἵνα τί σὺ κατοικεῖς ἐν μέσῳ χειλέων., ἐξέτεινεν ἐν τοῖς ποσὶν αὐτοῦ. ἐν διαιρέσεσιν Ρουβην μεγάλοι ἀκριβασμοὶ καρδίας. ( ) 5,16 ἵνα τί μοι κάθησαι ἀνὰ μέσον τῶν μοσφαθαιμ τοῦ εἰσακούειν συρισμοὺς ἐξεγειρόντων., τοῦ διελθεῖν εἰς τὰ τοῦ Ρουβην μεγάλοι ἐξιχνιασμοὶ καρδίας. ( ) 5,17 Γαλααδ ἐν τῷ πέραν τοῦ Ιορδάνου κατεσκήνωσεν· καὶ Δαν ἵνα τί παροικεῖ πλοίοις., Ασηρ παρῴκησεν παρ αἰγιαλὸν θαλασσῶν καὶ ἐπὶ τὰς διακοπὰς αὐτοῦ κατεσκήνωσεν. ( )

5,18 Ζαβουλων λαὸς ὀνειδίσας ψυχὴν αὐτοῦ εἰς θάνατον καὶ Νεφθαλιμ ἐπὶ ὕψη ἀγροῦ.


( )
5,19 ἦλθον βασιλεῖς καὶ παρετάξαντο. τότε ἐπολέμησαν βασιλεῖς Χανααν ἐν Θενναχ ἐπὶ ὕδατος Μαγεδδω· πλεονεξίαν ἀργυρίου οὐκ ἔλαβον. ( ) 5,20 ἐκ τοῦ οὐρανοῦ ἐπολέμησαν ἀστέρες, ἐκ τῆς τάξεως αὐτῶν ἐπολέμησαν μετὰ Σισαρα. ( ) 5,21 χειμάρρους Κισων ἐξέβαλεν αὐτούς, χειμάρρους καδημιμ, χειμάρρους Κισων· καταπατήσει αὐτοὺς ψυχή μου δυνατή. ( ) 5,22 τότε ἀπεκόπησαν πτέρναι ἵππου, αμαδαρωθ δυνατῶν αὐτοῦ. ( ) 5,23 καταράσασθε Μαρωζ, εἶπεν ὁ ἄγγελος κυρίου, καταράσει καταράσασθε τοὺς ἐνοίκους αὐτῆς, ὅτι οὐκ ἤλθοσαν εἰς τὴν βοήθειαν κυρίου· βοηθὸς ἡμῶν κύριος ἐν μαχηταῖς δυνατός. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: