Livre des Juges
5,4 κύριε, ἐν τῇ ἐξόδῳ σου ἐκ Σηιρ, ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Εδωμ γῆ ἐσείσθη, καὶ ὁ οὐρανὸς ἐξεστάθη, καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ· ( ) 5,5 ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου κυρίου, τοῦτο Σινα ἀπὸ προσώπου κυρίου θεοῦ Ισραηλ. ( ) 5,6 ἐν ἡμέραις Σαμεγαρ υἱοῦ Αναθ, ἐν ἡμέραις Ιαηλ ἐξέλιπον βασιλεῖς καὶ ἐπορεύθησαν τρίβους, ἐπορεύθησαν ὁδοὺς διεστραμμένας. ( ) 5,7 ἐξέλιπεν φραζων ἐν τῷ Ισραηλ, ἐξέλιπεν, ἕως οὗ ἐξανέστη Δεββωρα, ὅτι ἀνέστη μήτηρ ἐν τῷ Ισραηλ. ( ) 5,8 ᾑρέτισαν θεοὺς καινοὺς ὡς ἄρτον κρίθινον· σκέπην ἐὰν ἴδω σιρομαστῶν ἐν τεσσαράκοντα χιλιάσιν. ( )

5,9 ἡ καρδία μου ἐπὶ τὰ διατεταγμένα τῷ Ισραηλ· οἱ δυνάσται τοῦ λαοῦ, εὐλογεῖτε τὸν κύριον.


( )
5,10 ἐπιβεβηκότες ἐπὶ ὑποζυγίων, καθήμενοι ἐπὶ λαμπηνῶν, ( ) 5,11 φθέγξασθε φωνὴν ἀνακρουομένων ἀνὰ μέσον εὐφραινομένων· ἐκεῖ δώσουσιν δικαιοσύνην κυρίῳ. δίκαιοι ἐνίσχυσαν ἐν τῷ Ισραηλ· τότε κατέβη εἰς τὰς πόλεις αὐτοῦ ὁ λαὸς κυρίου. ( ) 5,12 ἐξεγείρου ἐξεγείρου, Δεββωρα, ἐξέγειρον μυριάδας μετὰ λαοῦ, ἐξεγείρου ἐξεγείρου, λάλει μετ ᾠδῆς· ἐνισχύων ἐξανίστασο, Βαρακ, καὶ ἐνίσχυσον, Δεββωρα, τὸν Βαρακ· αἰχμαλώτιζε αἰχμαλωσίαν σου, υἱὸς Αβινεεμ. ( ) 5,13 πότε ἐμεγαλύνθη ἡ ἰσχὺς αὐτοῦ., κύριε, ταπείνωσόν μοι τοὺς ἰσχυροτέρους μου. ( ) 5,14 λαὸς Εφραιμ ἐτιμωρήσατο αὐτοὺς ἐν κοιλάδι ἀδελφοῦ σου Βενιαμιν ἐν λαοῖς σου. ἐξ ἐμοῦ Μαχιρ κατέβησαν ἐξερευνῶντες, καὶ ἐκ Ζαβουλων κύριος ἐπολέμει μοι ἐν δυνατοῖς ἐκεῖθεν ἐν σκήπτρῳ ἐνισχύοντος ἡγήσεως. ( Gn 50,23 , )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: