Livre des Juges
4,23 καὶ ἐταπείνωσεν κύριος ὁ θεὸς τὸν Ιαβιν βασιλέα Χανααν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον υἱῶν Ισραηλ. ( ) 4,24 καὶ ἐπορεύθη χεὶρ τῶν υἱῶν Ισραηλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ιαβιν βασιλέα Χανααν, ἕως ἐξωλέθρευσαν αὐτόν. ( ) 5,1 Καὶ ᾖσεν Δεββωρα καὶ Βαρακ υἱὸς Αβινεεμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν ( ) 5,2 Ἐν τῷ ἄρξασθαι ἀρχηγοὺς ἐν Ισραηλ, ἐν προαιρέσει λαοῦ εὐλογεῖτε τὸν κύριον. ( ) 5,3 ἀκούσατε, βασιλεῖς, ἐνωτίζεσθε, σατράπαι δυνατοί· ἐγὼ τῷ κυρίῳ ᾄσομαι, ψαλῶ τῷ θεῷ Ισραηλ. ( )

5,4 κύριε, ἐν τῇ ἐξόδῳ σου ἐκ Σηιρ, ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Εδωμ γῆ ἐσείσθη, καὶ ὁ οὐρανὸς ἐξεστάθη, καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ·


4040 Bible des peuples sur verset 2018-12-26: Débora est l’un des noms que l’on cite volontiers pour montrer que les femmes aussi ont leur place dans la Bible. Elle s’inscrit sans doute dans la tradition de nombreux peuples qui reconnaissent un pouvoir sacré et un charisme divinatoire à certaines femmes (qu’il suffise de rappeler les Pythies grecques). Par contre, il serait difficile de l’assimiler aux grands prophètes qui ont marqué les étapes de la révélation en Israël.

( )
5,5 ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου κυρίου, τοῦτο Σινα ἀπὸ προσώπου κυρίου θεοῦ Ισραηλ. ( ) 5,6 ἐν ἡμέραις Σαμεγαρ υἱοῦ Αναθ, ἐν ἡμέραις Ιαηλ ἐξέλιπον βασιλεῖς καὶ ἐπορεύθησαν τρίβους, ἐπορεύθησαν ὁδοὺς διεστραμμένας. ( ) 5,7 ἐξέλιπεν φραζων ἐν τῷ Ισραηλ, ἐξέλιπεν, ἕως οὗ ἐξανέστη Δεββωρα, ὅτι ἀνέστη μήτηρ ἐν τῷ Ισραηλ. ( ) 5,8 ᾑρέτισαν θεοὺς καινοὺς ὡς ἄρτον κρίθινον· σκέπην ἐὰν ἴδω σιρομαστῶν ἐν τεσσαράκοντα χιλιάσιν. ( ) 5,9 ἡ καρδία μου ἐπὶ τὰ διατεταγμένα τῷ Ισραηλ· οἱ δυνάσται τοῦ λαοῦ, εὐλογεῖτε τὸν κύριον. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: