Livre des Juges
3,28 καὶ εἶπεν πρὸς αὐτούς Καταβαίνετε ὀπίσω μου, ὅτι παρέδωκεν κύριος ὁ θεὸς τοὺς ἐχθροὺς ὑμῶν τὴν Μωαβ ἐν χειρὶ ὑμῶν. καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ιορδάνου τῆς Μωαβ καὶ οὐκ ἀφῆκαν ἄνδρα διαβῆναι. ( ) 3,29 καὶ ἐπάταξαν τὴν Μωαβ ἐν τῷ καιρῷ ἐκείνῳ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν, πάντας τοὺς μαχητὰς τοὺς ἐν αὐτοῖς καὶ πάντα ἄνδρα δυνάμεως, καὶ οὐ διεσώθη ἀνήρ. ( ) 3,30 καὶ ἐνετράπη Μωαβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ τὴν χεῖρα Ισραηλ, καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη, καὶ ἔκρινεν αὐτοὺς Αωδ ἕως οὗ ἀπέθανεν. ( ) 3,31 Καὶ μετὰ τοῦτον ἀνέστη Σαμεγαρ υἱὸς Αναθ καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐκτὸς μόσχων τῶν βοῶν· καὶ ἔσωσεν αὐτὸς τὸν Ισραηλ. ( ) 4,1 Καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἔναντι κυρίου. ( )

4,2 καὶ ἀπέδοτο αὐτοὺς κύριος ἐν χειρὶ Ιαβιν βασιλέως Χανααν, ὃς ἐβασίλευσεν ἐν Ασωρ· καὶ ὁ ἄρχων τῆς δυνάμεως αὐτοῦ Σισαρα, καὶ αὐτὸς κατῴκει ἐν Αρισωθ τῶν ἐθνῶν.


( )
4,3 καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον, ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ, καὶ αὐτὸς ἔθλιψεν τὸν Ισραηλ κατὰ κράτος εἴκοσι ἔτη. ( ) 4,4 Καὶ Δεββωρα γυνὴ προφῆτις γυνὴ Λαφιδωθ, αὐτὴ ἔκρινεν τὸν Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ. ( ) 4,5 καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββωρα ἀνὰ μέσον Ραμα καὶ ἀνὰ μέσον Βαιθηλ ἐν ὄρει Εφραιμ, καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ισραηλ ἐκεῖ τοῦ κρίνεσθαι. ( ) 4,6 καὶ ἀπέστειλεν Δεββωρα καὶ ἐκάλεσεν τὸν Βαρακ υἱὸν Αβινεεμ ἐκ Κεδες Νεφθαλι καὶ εἶπεν πρὸς αὐτόν Οὐχὶ σοὶ ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβωρ καὶ λήμψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἀπὸ τῶν υἱῶν Νεφθαλι καὶ ἀπὸ τῶν υἱῶν Ζαβουλω ( ) 4,7 καὶ ἀπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κισων τὸν Σισαρα ἄρχοντα τῆς δυνάμεως Ιαβιν καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ καὶ παραδώσω αὐτὸν ἐν τῇ χειρί σου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: