Livre des Juges
3,9 καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον· καὶ ἤγειρεν κύριος σωτῆρα τῷ Ισραηλ, καὶ ἔσωσεν αὐτούς, τὸν Γοθονιηλ υἱὸν Κενεζ ἀδελφὸν Χαλεβ τὸν νεώτερον αὐτοῦ, καὶ εἰσήκουσεν αὐτοῦ. ( ) 3,10 καὶ ἐγένετο ἐπ αὐτὸν πνεῦμα κυρίου, καὶ ἔκρινεν τὸν Ισραηλ καὶ ἐξῆλθεν ἐπὶ τὸν πόλεμον· καὶ παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθωμ βασιλέα Συρίας, καὶ ἐκραταιώθη ἡ χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθωμ. ( ) 3,11 καὶ ἡσύχασεν ἡ γῆ ἔτη πεντήκοντα· καὶ ἀπέθανεν Γοθονιηλ υἱὸς Κενεζ. ( ) 3,12 Καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἔναντι κυρίου. καὶ ἐνίσχυσεν κύριος τὸν Εγλωμ βασιλέα Μωαβ ἐπὶ τὸν Ισραηλ διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι κυρίου. ( ) 3,13 καὶ προσήγαγεν πρὸς αὐτὸν πάντας τοὺς υἱοὺς Αμμων καὶ Αμαληκ καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὸν Ισραηλ καὶ ἐκληρονόμησεν τὴν πόλιν τῶν φοινίκων. ( )

3,14 καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τῷ Εγλωμ βασιλεῖ Μωαβ ἔτη δέκα ὀκτώ.


( )
3,15 καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον· καὶ ἤγειρεν αὐτοῖς κύριος σωτῆρα τὸν Αωδ υἱὸν Γηρα υἱοῦ τοῦ Ιεμενι, ἄνδρα ἀμφοτεροδέξιον. καὶ ἀπέστειλαν οἱ υἱοὶ Ισραηλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ Εγλωμ βασιλεῖ Μωαβ. ( ) 3,16 καὶ ἐποίησεν ἑαυτῷ Αωδ μάχαιραν δίστομον, σπιθαμῆς τὸ μῆκος, καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν τὸν δεξιὸν αὐτοῦ. ( ) 3,17 καὶ προσήνεγκεν τὰ δῶρα τῷ Εγλωμ βασιλεῖ Μωαβ· καὶ Εγλωμ ἀνὴρ ἀστεῖος σφόδρα. ( ) 3,18 καὶ ἐγένετο ὡς συνετέλεσεν Αωδ προσφέρων τὰ δῶρα, καὶ ἐξαπέστειλεν τοὺς αἴροντας τὰ δῶρα. ( ) 3,19 καὶ Εγλωμ ἀνέστρεψεν ἀπὸ τῶν γλυπτῶν μετὰ τῆς Γαλγαλ, καὶ εἶπεν Αωδ Λόγος μοι κρύφιος πρὸς σέ, βασιλεῦ. καὶ εἶπεν Εγλωμ πᾶσιν Ἐκ μέσου· καὶ ἐξῆλθον ἀπ αὐτοῦ πάντες οἱ παραστήκοντες αὐτῷ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: