Livre de la Genèse
24,64 καὶ ἀναβλέψασα Ρεβεκκα τοῖς ὀφθαλμοῖς εἶδεν τὸν Ισαακ καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου ( ) 24,65 καὶ εἶπεν τῷ παιδί Τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῖν., εἶπεν δὲ ὁ παῖς Οὗτός ἐστιν ὁ κύριός μου. ἡ δὲ λαβοῦσα τὸ θέριστρον περιεβάλετο. ( ) 24,66 καὶ διηγήσατο ὁ παῖς τῷ Ισαακ πάντα τὰ ῥήματα, ἃ ἐποίησεν. ( ) 24,67 εἰσῆλθεν δὲ Ισαακ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ καὶ ἔλαβεν τὴν Ρεβεκκαν, καὶ ἐγένετο αὐτοῦ γυνή, καὶ ἠγάπησεν αὐτήν· καὶ παρεκλήθη Ισαακ περὶ Σαρρας τῆς μητρὸς αὐτοῦ. ( ) 25,1 Προσθέμενος δὲ Αβρααμ ἔλαβεν γυναῖκα, ᾗ ὄνομα Χεττουρα. ( )

25,2 ἔτεκεν δὲ αὐτῷ τὸν Ζεμραν καὶ τὸν Ιεξαν καὶ τὸν Μαδαν καὶ τὸν Μαδιαμ καὶ τὸν Ιεσβοκ καὶ τὸν Σωυε.


2275 Bible des peuples sur verset 2018-11-17: Médan, Madian, Chéba, Dédan : ce sont les noms de tribus et de peuples d’Arabie. Étant donné que les Israélites se considéraient apparentés à eux par la race et la langue, ils en parlaient comme d’autres descendants d’Abraham.

( )
25,3 Ιεξαν δὲ ἐγέννησεν τὸν Σαβα καὶ τὸν Θαιμαν καὶ τὸν Δαιδαν· υἱοὶ δὲ Δαιδαν ἐγένοντο Ραγουηλ καὶ Ναβδεηλ καὶ Ασσουριιμ καὶ Λατουσιιμ καὶ Λοωμιμ. ( ) 25,4 υἱοὶ δὲ Μαδιαμ· Γαιφα καὶ Αφερ καὶ Ενωχ καὶ Αβιρα καὶ Ελραγα. πάντες οὗτοι ἦσαν υἱοὶ Χεττουρας. ( ) 25,5 Ἔδωκεν δὲ Αβρααμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ Ισαακ τῷ υἱῷ αὐτοῦ, ( ) 25,6 καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν Αβρααμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ Ισαακ τοῦ υἱοῦ αὐτοῦ ἔτι ζῶντος αὐτοῦ πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν. ( ) 25,7 Ταῦτα δὲ τὰ ἔτη ἡμερῶν ζωῆς Αβρααμ, ὅσα ἔζησεν· ἑκατὸν ἑβδομήκοντα πέντε ἔτη. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: