Livre de Josuée
24,33 Καὶ ἐγένετο μετὰ ταῦτα καὶ Ελεαζαρ υἱὸς Ααρων ὁ ἀρχιερεὺς ἐτελεύτησεν καὶ ἐτάφη ἐν Γαβααθ Φινεες τοῦ υἱοῦ αὐτοῦ, ἣν ἔδωκεν αὐτῷ ἐν τῷ ὄρει τῷ Εφραιμ. (33a) ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λαβόντες οἱ υἱοὶ Ισραηλ τὴν κιβωτὸν τοῦ θεοῦ περιεφέροσαν ἐν ἑαυτοῖς, καὶ Φινεες ( )
Livre des Juges
1,1 Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ Ισραηλ ἐν κυρίῳ λέγοντες Τίς ἀναβήσεται ἡμῖν πρὸς τὸν Χαναναῖον ἀφηγούμενος τοῦ πολεμῆσαι ἐν αὐτῷ., ( ) 1,2 καὶ εἶπεν κύριος Ιουδας ἀναβήσεται, ἰδοὺ δέδωκα τὴν γῆν ἐν χειρὶ αὐτοῦ. ( ) 1,3 καὶ εἶπεν Ιουδας πρὸς Συμεων τὸν ἀδελφὸν αὐτοῦ Ἀνάβηθι μετ ἐμοῦ ἐν τῷ κλήρῳ μου, καὶ πολεμήσωμεν ἐν τῷ Χαναναίῳ, καὶ πορεύσομαι καί γε ἐγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου. καὶ ἐπορεύθη μετ αὐτοῦ Συμεων. ( ) 1,4 καὶ ἀνέβη Ιουδας, καὶ ἔδωκεν κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον ἐν χειρὶ αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς ἐν Βεζεκ, δέκα χιλιάδας ἀνδρῶν, ( )

1,5 καὶ εὗρον τὸν Αδωνιβεζεκ ἐν Βεζεκ καὶ ἐπολέμησαν ἐν αὐτῷ καὶ ἐπάταξαν τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον.


( )
1,6 καὶ ἔφυγεν Αδωνιβεζεκ, καὶ κατεδίωξαν ὀπίσω αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τῶν ποδῶν αὐτοῦ. ( ) 1,7 καὶ εἶπεν Αδωνιβεζεκ Ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέν μοι ὁ θεός. καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ, καὶ ἀπέθανεν ἐκεῖ. ( ) 1,8 Καὶ ἐπολέμησαν οἱ υἱοὶ Ιουδα ἐν Ιερουσαλημ καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί. ( ) 1,9 καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ Ιουδα πολεμῆσαι ἐν τῷ Χαναναίῳ τῷ κατοικοῦντι τὴν ὀρεινὴν καὶ τὸν νότον καὶ τὴν πεδινήν. ( ) 1,10 καὶ ἐπορεύθη Ιουδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρων, καὶ ἐξῆλθεν Χεβρων ἐξ ἐναντίας· τὸ δὲ ὄνομα Χεβρων ἦν ἔμπροσθεν Καριαθαρβοκσεφερ. καὶ ἐπάταξεν τὸν Σεσι καὶ τὸν Αχιμαν καὶ τὸν Θολμι, γεννήματα τοῦ Ενακ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: