Livre de la Genèse
3,4 καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί Οὐ θανάτῳ ἀποθανεῖσθε· ( ) 3,5 ᾔδει γὰρ ὁ θεὸς ὅτι ἐν ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν. ( Gn 3,7 , ) 3,6 καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστιν τοῦ κατανοῆσαι, καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγεν· καὶ ἔδωκεν καὶ τῷ ἀνδρὶ αὐτῆς μετ αὐτῆς, καὶ ἔφαγον. ( Ct 8,5 , ) 3,7 καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, καὶ ἔρραψαν φύλλα συκῆς καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα. ( Gn 3,5 , ) 3,8 Καὶ ἤκουσαν τὴν φωνὴν κυρίου τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν, καὶ ἐκρύβησαν ὅ τε Αδαμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου. ( )

3,9 καὶ ἐκάλεσεν κύριος ὁ θεὸς τὸν Αδαμ καὶ εἶπεν αὐτῷ Αδαμ, ποῦ εἶ.,


394 Olivier (Les légendes des Juifs) sur verset 2011-05-04: Dans la légendes des juifs, Adam était très grand avant la chute, et devient plus petit, ce qui fait qu'il peut se cacher.

336 Saint Augustin sur verset 2004-05-23: Dieu ne sait-il donc pas où est l'homme? La question peut se comprendre non pas comme l'interrogation de Dieu qui cherche l'homme mais comme une question posée à l'homme sur la conscience qu'il a de l'état dans lequel il se retrouve: Où es-tu: as-tu conscience d'où tu trouves maintenant: hors de la communion avec Dieu: de fait déjà hors du paradis…? As-tu compris ce qu'il t'arrive??

( )
3,10 καὶ εἶπεν αὐτῷ Τὴν φωνήν σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. ( ) 3,11 καὶ εἶπεν αὐτῷ Τίς ἀνήγγειλέν σοι ὅτι γυμνὸς εἶ., μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν ἀπ αὐτοῦ, ἔφαγες., ( ) 3,12 καὶ εἶπεν ὁ Αδαμ Ἡ γυνή, ἣν ἔδωκας μετ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. ( ) 3,13 καὶ εἶπεν κύριος ὁ θεὸς τῇ γυναικί Τί τοῦτο ἐποίησας., καὶ εἶπεν ἡ γυνή Ὁ ὄφις ἠπάτησέν με, καὶ ἔφαγον. ( ) 3,14 καὶ εἶπεν κύριος ὁ θεὸς τῷ ὄφει Ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς· ἐπὶ τῷ στήθει σου καὶ τῇ κοιλίᾳ πορεύσῃ καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. ( )
1 IMAGE
Responsive image


trouve dans 0 passage(s):
trouve dans 2 liturgie(s): Immaculée conception annee C, Dimanche-10-temps ordinaire annee B,
trouve dans 4 document(s) de référence: Catéchisme de l'Eglise Catholique § 410, , § 2568 § , La Trinité 12 trinité dans la science § 13,