Livre de Josuée
24,10 καὶ οὐκ ἠθέλησεν κύριος ὁ θεός σου ἀπολέσαι σε, καὶ εὐλογίαν εὐλόγησεν ὑμᾶς, καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρῶν αὐτῶν καὶ παρέδωκεν αὐτούς. ( ) 24,11 καὶ διέβητε τὸν Ιορδάνην καὶ παρεγενήθητε εἰς Ιεριχω· καὶ ἐπολέμησαν πρὸς ὑμᾶς οἱ κατοικοῦντες Ιεριχω, ὁ Αμορραῖος καὶ ὁ Χαναναῖος καὶ ὁ Φερεζαῖος καὶ ὁ Ευαῖος καὶ ὁ Ιεβουσαῖος καὶ ὁ Χετταῖος καὶ ὁ Γεργεσαῖος, καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας ὑμ ( ) 24,12 καὶ ἐξαπέστειλεν προτέραν ὑμῶν τὴν σφηκιάν, καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ προσώπου ὑμῶν, δώδεκα βασιλεῖς τῶν Αμορραίων, οὐκ ἐν τῇ ῥομφαίᾳ σου οὐδὲ ἐν τῷ τόξῳ σου. ( ) 24,13 καὶ ἔδωκεν ὑμῖν γῆν, ἐφ ἣν οὐκ ἐκοπιάσατε ἐπ αὐτῆς, καὶ πόλεις, ἃς οὐκ ᾠκοδομήσατε, καὶ κατῳκίσθητε ἐν αὐταῖς· καὶ ἀμπελῶνας καὶ ἐλαιῶνας, οὓς οὐκ ἐφυτεύσατε, ὑμεῖς ἔδεσθε. ( ) 24,14 καὶ νῦν φοβήθητε κύριον καὶ λατρεύσατε αὐτῷ ἐν εὐθύτητι καὶ ἐν δικαιοσύνῃ καὶ περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἷς ἐλάτρευσαν οἱ πατέρες ὑμῶν ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ ἐν Αἰγύπτῳ, καὶ λατρεύετε κυρίῳ. ( )

24,15 εἰ δὲ μὴ ἀρέσκει ὑμῖν λατρεύειν κυρίῳ, ἕλεσθε ὑμῖν ἑαυτοῖς σήμερον, τίνι λατρεύσητε, εἴτε τοῖς θεοῖς τῶν πατέρων ὑμῶν τοῖς ἐν τῷ πέραν τοῦ ποταμοῦ, εἴτε τοῖς θεοῖς τῶν Αμορραίων, ἐν οἷς ὑμεῖς κατοικεῖτε ἐπὶ τῆς γῆς αὐτῶν· ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομε


4121 Bible des peuples sur verset 2019-01-02: Moi et ma maison, c’est Yahvé que nous servirons. Même si l’alliance est destinée à tout Israël, les chefs de famille sont directement concernés. L’alliance ne dépend pas d’une majorité ou d’un roi, le chef de famille décide pour les siens. Ceci se retrouvera dans les Actes en 16.31 et 34 ; 18.8. Et on en aura maints exemples jusque dans les temps modernes, même si la culture chrétienne a fait mûrir les possibilités d’un choix personnel.

( )
24,16 Καὶ ἀποκριθεὶς ὁ λαὸς εἶπεν Μὴ γένοιτο ἡμῖν καταλιπεῖν κύριον ὥστε λατρεύειν θεοῖς ἑτέροις. ( ) 24,17 κύριος ὁ θεὸς ἡμῶν, αὐτὸς θεός ἐστιν· αὐτὸς ἀνήγαγεν ἡμᾶς καὶ τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου καὶ διεφύλαξεν ἡμᾶς ἐν πάσῃ τῇ ὁδῷ, ᾗ ἐπορεύθημεν ἐν αὐτῇ, καὶ ἐν πᾶσιν τοῖς ἔθνεσιν, οὓς παρήλθομεν δι αὐτῶν· ( ) 24,18 καὶ ἐξέβαλεν κύριος τὸν Αμορραῖον καὶ πάντα τὰ ἔθνη τὰ κατοικοῦντα τὴν γῆν ἀπὸ προσώπου ἡμῶν. ἀλλὰ καὶ ἡμεῖς λατρεύσομεν κυρίῳ· οὗτος γὰρ θεὸς ἡμῶν ἐστιν. ( ) 24,19 καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαόν Οὐ μὴ δύνησθε λατρεύειν κυρίῳ, ὅτι θεὸς ἅγιός ἐστιν, καὶ ζηλώσας οὗτος οὐκ ἀνήσει ὑμῶν τὰ ἁμαρτήματα καὶ τὰ ἀνομήματα ὑμῶν· ( ) 24,20 ἡνίκα ἐὰν ἐγκαταλίπητε κύριον καὶ λατρεύσητε θεοῖς ἑτέροις, καὶ ἐπελθὼν κακώσει ὑμᾶς καὶ ἐξαναλώσει ὑμᾶς ἀνθ ὧν εὖ ἐποίησεν ὑμᾶς. ( )



trouve dans 1 passage(s): Bénédictions,
trouve dans 1 liturgie(s): Dimanche-21-temps ordinaire annee B,
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 8