Livre de Josuée
23,2 καὶ συνεκάλεσεν Ἰησοῦς πάντας τοὺς υἱοὺς Ισραηλ καὶ τὴν γερουσίαν αὐτῶν καὶ τοὺς ἄρχοντας αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν καὶ εἶπεν πρὸς αὐτούς Ἐγὼ γεγήρακα καὶ προβέβηκα ταῖς ἡμέραις. ( ) 23,3 ὑμεῖς δὲ ἑωράκατε ὅσα ἐποίησεν κύριος ὁ θεὸς ὑμῶν πᾶσιν τοῖς ἔθνεσιν τούτοις ἀπὸ προσώπου ὑμῶν, ὅτι κύριος ὁ θεὸς ὑμῶν ὁ ἐκπολεμήσας ὑμῖν. ( ) 23,4 ἴδετε ὅτι ἐπέρριφα ὑμῖν τὰ ἔθνη τὰ καταλελειμμένα ὑμῖν ταῦτα ἐν τοῖς κλήροις εἰς τὰς φυλὰς ὑμῶν· ἀπὸ τοῦ Ιορδάνου πάντα τὰ ἔθνη, ἃ ἐξωλέθρευσα, καὶ ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης ὁριεῖ ἐπὶ δυσμὰς ἡλίου. ( ) 23,5 κύριος δὲ ὁ θεὸς ὑμῶν, οὗτος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου ὑμῶν, ἕως ἂν ἀπόλωνται, καὶ ἀποστελεῖ αὐτοῖς τὰ θηρία τὰ ἄγρια, ἕως ἂν ἐξολεθρεύσῃ αὐτοὺς καὶ τοὺς βασιλεῖς αὐτῶν ἀπὸ προσώπου ὑμῶν, καὶ κατακληρονομήσατε τὴν γῆν αὐτῶν, καθὰ ἐλάλησεν κύριος ὁ ( ) 23,6 κατισχύσατε οὖν σφόδρα φυλάσσειν καὶ ποιεῖν πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τοῦ νόμου Μωυσῆ, ἵνα μὴ ἐκκλίνητε εἰς δεξιὰν ἢ εὐώνυμα, ( )

23,7 ὅπως μὴ εἰσέλθητε εἰς τὰ ἔθνη τὰ καταλελειμμένα ταῦτα, καὶ τὰ ὀνόματα τῶν θεῶν αὐτῶν οὐκ ὀνομασθήσεται ἐν ὑμῖν, οὐδὲ μὴ προσκυνήσητε αὐτοῖς οὐδὲ μὴ λατρεύσητε αὐτοῖς,


( )
23,8 ἀλλὰ κυρίῳ τῷ θεῷ ὑμῶν προσκολληθήσεσθε, καθάπερ ἐποιήσατε ἕως τῆς ἡμέρας ταύτης. ( ) 23,9 καὶ ἐξωλέθρευσεν αὐτοὺς κύριος ἀπὸ προσώπου ὑμῶν, ἔθνη μεγάλα καὶ ἰσχυρά, καὶ ὑμῖν οὐθεὶς ἀντέστη κατενώπιον ὑμῶν ἕως τῆς ἡμέρας ταύτης· ( ) 23,10 εἷς ὑμῶν ἐδίωξεν χιλίους, ὅτι κύριος ὁ θεὸς ὑμῶν ἐξεπολέμει ὑμῖν, καθάπερ εἶπεν ὑμῖν. ( ) 23,11 καὶ φυλάξασθε σφόδρα τοῦ ἀγαπᾶν κύριον τὸν θεὸν ὑμῶν. ( ) 23,12 ἐὰν γὰρ ἀποστραφῆτε καὶ προσθῆσθε τοῖς ὑπολειφθεῖσιν ἔθνεσιν τούτοις τοῖς μεθ ὑμῶν καὶ ἐπιγαμίας ποιήσητε πρὸς αὐτοὺς καὶ συγκαταμιγῆτε αὐτοῖς καὶ αὐτοὶ ὑμῖν, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 8