Livre de Josuée
22,5 ἀλλὰ φυλάξασθε ποιεῖν σφόδρα τὰς ἐντολὰς καὶ τὸν νόμον, ὃν ἐνετείλατο ἡμῖν ποιεῖν Μωυσῆς ὁ παῖς κυρίου, ἀγαπᾶν κύριον τὸν θεὸν ὑμῶν, πορεύεσθαι πάσαις ταῖς ὁδοῖς αὐτοῦ, φυλάξασθαι τὰς ἐντολὰς αὐτοῦ καὶ προσκεῖσθαι αὐτῷ καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς διανο ( ) 22,6 καὶ ηὐλόγησεν αὐτοὺς Ἰησοῦς καὶ ἐξαπέστειλεν αὐτούς, καὶ ἐπορεύθησαν εἰς τοὺς οἴκους αὐτῶν. ( ) 22,7 καὶ τῷ ἡμίσει φυλῆς Μανασση ἔδωκεν Μωυσῆς ἐν τῇ Βασανίτιδι, καὶ τῷ ἡμίσει ἔδωκεν Ἰησοῦς μετὰ τῶν ἀδελφῶν αὐτοῦ ἐν τῷ πέραν τοῦ Ιορδάνου παρὰ θάλασσαν. καὶ ἡνίκα ἐξαπέστειλεν αὐτοὺς Ἰησοῦς εἰς τοὺς οἴκους αὐτῶν καὶ εὐλόγησεν αὐτούς, ( ) 22,8 καὶ ἐν χρήμασιν πολλοῖς ἀπήλθοσαν εἰς τοὺς οἴκους αὐτῶν, καὶ κτήνη πολλὰ σφόδρα καὶ ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ ἱματισμὸν πολύν, καὶ διείλαντο τὴν προνομὴν τῶν ἐχθρῶν μετὰ τῶν ἀδελφῶν αὐτῶν. ( ) 22,9 Καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ τὸ ἥμισυ φυλῆς υἱῶν Μανασση ἀπὸ τῶν υἱῶν Ισραηλ ἐκ Σηλω ἐν γῇ Χανααν ἀπελθεῖν εἰς γῆν Γαλααδ εἰς γῆν κατασχέσεως αὐτῶν, ἣν ἐκληρονόμησαν αὐτὴν διὰ προστάγματος κυρίου ἐν χειρὶ Μωυσῆ. ( )

22,10 καὶ ἦλθον εἰς Γαλγαλα τοῦ Ιορδάνου, ἥ ἐστιν ἐν γῇ Χανααν, καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γαδ καὶ οἱ υἱοὶ Ρουβην καὶ τὸ ἥμισυ φυλῆς Μανασση ἐκεῖ βωμὸν ἐπὶ τοῦ Ιορδάνου, βωμὸν μέγαν τοῦ ἰδεῖν.


( )
22,11 καὶ ἤκουσαν οἱ υἱοὶ Ισραηλ λεγόντων Ἰδοὺ ᾠκοδόμησαν οἱ υἱοὶ Γαδ καὶ οἱ υἱοὶ Ρουβην καὶ τὸ ἥμισυ φυλῆς Μανασση βωμὸν ἐφ ὁρίων γῆς Χανααν ἐπὶ τοῦ Γαλααδ τοῦ Ιορδάνου ἐν τῷ πέραν υἱῶν Ισραηλ. ( ) 22,12 καὶ συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ισραηλ εἰς Σηλω ὥστε ἀναβάντες ἐκπολεμῆσαι αὐτούς. ( ) 22,13 καὶ ἀπέστειλαν οἱ υἱοὶ Ισραηλ πρὸς τοὺς υἱοὺς Ρουβην καὶ πρὸς τοὺς υἱοὺς Γαδ καὶ πρὸς τὸ ἥμισυ φυλῆς Μανασση εἰς γῆν Γαλααδ τόν τε Φινεες υἱὸν Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἀρχιερέως ( ) 22,14 καὶ δέκα τῶν ἀρχόντων μετ αὐτοῦ, ἄρχων εἷς ἀπὸ οἴκου πατριᾶς ἀπὸ πασῶν φυλῶν Ισραηλ· ἄρχοντες οἴκων πατριῶν εἰσιν, χιλίαρχοι Ισραηλ. ( ) 22,15 καὶ παρεγένοντο πρὸς τοὺς υἱοὺς Γαδ καὶ πρὸς τοὺς υἱοὺς Ρουβην καὶ πρὸς τοὺς ἡμίσεις φυλῆς Μανασση εἰς γῆν Γαλααδ καὶ ἐλάλησαν πρὸς αὐτοὺς λέγοντες ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 7