Livre de Josuée
21,22 καὶ τὴν Καβσαιμ καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ καὶ τὴν ἄνω Βαιθωρων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. ( ) 21,23 καὶ ἐκ τῆς φυλῆς Δαν τὴν Ελκωθαιμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Γεθεδαν καὶ τὰ ἀφωρισμένα αὐτῇ ( ) 21,24 καὶ Αιλων καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γεθερεμμων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. ( ) 21,25 καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση τὴν Ταναχ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Ιεβαθα καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις δύο. ( ) 21,26 πᾶσαι πόλεις δέκα καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐταῖς τοῖς δήμοις υἱῶν Κααθ τοῖς ὑπολελειμμένοις. ( )

21,27 Καὶ τοῖς υἱοῖς Γεδσων τοῖς Λευίταις ἐκ τοῦ ἡμίσους φυλῆς Μανασση τὰς πόλεις τὰς ἀφωρισμένας τοῖς φονεύσασι, τὴν Γαυλων ἐν τῇ Βασανίτιδι καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Βοσοραν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις δύο


( )
21,28 καὶ ἐκ τῆς φυλῆς Ισσαχαρ τὴν Κισων καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Δεββα καὶ τὰ ἀφωρισμένα αὐτῇ ( ) 21,29 καὶ τὴν Ρεμμαθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Πηγὴν γραμμάτων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. ( ) 21,30 καὶ ἐκ τῆς φυλῆς Ασηρ τὴν Βασελλαν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Δαββων καὶ τὰ ἀφωρισμένα αὐτῇ ( ) 21,31 καὶ Χελκατ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Ρααβ καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. ( ) 21,32 καὶ ἐκ τῆς φυλῆς Νεφθαλι τὴν πόλιν τὴν ἀφωρισμένην τῷ φονεύσαντι τὴν Καδες ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Εμμαθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Θεμμων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τρεῖς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 7