Livre de Josuée
21,13 καὶ τοῖς υἱοῖς Ααρων τὴν πόλιν φυγαδευτήριον τῷ φονεύσαντι τὴν Χεβρων καὶ τὰ ἀφωρισμένα τὰ σὺν αὐτῇ καὶ τὴν Λεμνα καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ ( ) 21,14 καὶ τὴν Αιλωμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Τεμα καὶ τὰ ἀφωρισμένα αὐτῇ ( ) 21,15 καὶ τὴν Γελλα καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Δαβιρ καὶ τὰ ἀφωρισμένα αὐτῇ ( ) 21,16 καὶ Ασα καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Τανυ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Βαιθσαμυς καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις ἐννέα παρὰ τῶν δύο φυλῶν τούτων. ( ) 21,17 καὶ παρὰ τῆς φυλῆς Βενιαμιν τὴν Γαβαων καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαθεθ καὶ τὰ ἀφωρισμένα αὐτῇ ( )

21,18 καὶ Αναθωθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαμαλα καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες.


( )
21,19 πᾶσαι αἱ πόλεις υἱῶν Ααρων τῶν ἱερέων δέκα τρεῖς. ( ) 21,20 Καὶ τοῖς δήμοις υἱοῖς Κααθ τοῖς Λευίταις τοῖς καταλελειμμένοις ἀπὸ τῶν υἱῶν Κααθ καὶ ἐγενήθη πόλις τῶν ὁρίων αὐτῶν ἀπὸ φυλῆς Εφραιμ, ( ) 21,21 καὶ ἔδωκαν αὐτοῖς τὴν πόλιν τοῦ φυγαδευτηρίου τὴν τοῦ φονεύσαντος τὴν Συχεμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαζαρα καὶ τὰ πρὸς αὐτὴν καὶ τὰ ἀφωρισμένα αὐτῇ ( ) 21,22 καὶ τὴν Καβσαιμ καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ καὶ τὴν ἄνω Βαιθωρων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. ( ) 21,23 καὶ ἐκ τῆς φυλῆς Δαν τὴν Ελκωθαιμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Γεθεδαν καὶ τὰ ἀφωρισμένα αὐτῇ ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 7