Livre de Josuée
21,10 τοῖς υἱοῖς Ααρων ἀπὸ τοῦ δήμου τοῦ Κααθ τῶν υἱῶν Λευι, ὅτι τούτοις ἐγενήθη ὁ κλῆρος. ( ) 21,11 καὶ ἔδωκεν αὐτοῖς τὴν Καριαθαρβοκ μητρόπολιν τῶν Ενακ [αὕτη ἐστὶν Χεβρων] ἐν τῷ ὄρει Ιουδα· τὰ δὲ περισπόρια κύκλῳ αὐτῆς ( ) 21,12 καὶ τοὺς ἀγροὺς τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκεν Ἰησοῦς τοῖς υἱοῖς Χαλεβ υἱοῦ Ιεφοννη ἐν κατασχέσει· ( ) 21,13 καὶ τοῖς υἱοῖς Ααρων τὴν πόλιν φυγαδευτήριον τῷ φονεύσαντι τὴν Χεβρων καὶ τὰ ἀφωρισμένα τὰ σὺν αὐτῇ καὶ τὴν Λεμνα καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ ( ) 21,14 καὶ τὴν Αιλωμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Τεμα καὶ τὰ ἀφωρισμένα αὐτῇ ( )

21,15 καὶ τὴν Γελλα καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Δαβιρ καὶ τὰ ἀφωρισμένα αὐτῇ


( )
21,16 καὶ Ασα καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Τανυ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Βαιθσαμυς καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις ἐννέα παρὰ τῶν δύο φυλῶν τούτων. ( ) 21,17 καὶ παρὰ τῆς φυλῆς Βενιαμιν τὴν Γαβαων καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαθεθ καὶ τὰ ἀφωρισμένα αὐτῇ ( ) 21,18 καὶ Αναθωθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαμαλα καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. ( ) 21,19 πᾶσαι αἱ πόλεις υἱῶν Ααρων τῶν ἱερέων δέκα τρεῖς. ( ) 21,20 Καὶ τοῖς δήμοις υἱοῖς Κααθ τοῖς Λευίταις τοῖς καταλελειμμένοις ἀπὸ τῶν υἱῶν Κααθ καὶ ἐγενήθη πόλις τῶν ὁρίων αὐτῶν ἀπὸ φυλῆς Εφραιμ, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 7