Livre de Josuée
19,5 καὶ Σικελακ καὶ Βαιθμαχερεβ καὶ Σαρσουσιν ( ) 19,6 καὶ Βαθαρωθ καὶ οἱ ἀγροὶ αὐτῶν, πόλεις δέκα τρεῖς καὶ αἱ κῶμαι αὐτῶν· ( ) 19,7 Ερεμμων καὶ Θαλχα καὶ Εθερ καὶ Ασαν, πόλεις τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν ( ) 19,8 κύκλῳ τῶν πόλεων αὐτῶν ἕως Βαρεκ πορευομένων Βαμεθ κατὰ λίβα. αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Συμεων κατὰ δήμους αὐτῶν. ( ) 19,9 ἀπὸ τοῦ κλήρου Ιουδα ἡ κληρονομία φυλῆς υἱῶν Συμεων, ὅτι ἐγενήθη ἡ μερὶς υἱῶν Ιουδα μείζων τῆς αὐτῶν· καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεων ἐν μέσῳ τοῦ κλήρου αὐτῶν. ( )

19,10 Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ τρίτος τῷ Ζαβουλων κατὰ δήμους αὐτῶν. ἔσται τὰ ὅρια τῆς κληρονομίας αὐτῶν Εσεδεκ


( )
19,11 Γωλα· ὅρια αὐτῶν ἡ θάλασσα καὶ Μαραγελλα καὶ συνάψει ἐπὶ Βαιθαραβα εἰς τὴν φάραγγα, ἥ ἐστιν κατὰ πρόσωπον Ιεκμαν, ( ) 19,12 καὶ ἀνέστρεψεν ἀπὸ Σεδδουκ ἐξ ἐναντίας ἀπ ἀνατολῶν Βαιθσαμυς ἐπὶ τὰ ὅρια Χασελωθαιθ καὶ διελεύσεται ἐπὶ Δαβιρωθ καὶ προσαναβήσεται ἐπὶ Φαγγαι ( ) 19,13 καὶ ἐκεῖθεν περιελεύσεται ἐξ ἐναντίας ἐπ ἀνατολὰς ἐπὶ Γεβερε ἐπὶ πόλιν Κατασεμ καὶ διελεύσεται ἐπὶ Ρεμμωνα Αμαθαρ Αοζα ( ) 19,14 καὶ περιελεύσεται ὅρια ἐπὶ βορρᾶν ἐπὶ Αμωθ, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ Γαιφαηλ ( ) 19,15 καὶ Καταναθ καὶ Ναβααλ καὶ Συμοων καὶ Ιεριχω καὶ Βαιθμαν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 7