Livre de Josuée
19,1 Καὶ ἐξῆλθεν ὁ δεύτερος κλῆρος τῶν υἱῶν Συμεων, καὶ ἐγενήθη ἡ κληρονομία αὐτῶν ἀνὰ μέσον κλήρων υἱῶν Ιουδα. ( ) 19,2 καὶ ἐγενήθη ὁ κλῆρος αὐτῶν Βηρσαβεε καὶ Σαμαα καὶ Κωλαδαμ ( ) 19,3 καὶ Αρσωλα καὶ Βωλα καὶ Ασομ ( ) 19,4 καὶ Ελθουλα καὶ Βουλα καὶ Ερμα ( ) 19,5 καὶ Σικελακ καὶ Βαιθμαχερεβ καὶ Σαρσουσιν ( )

19,6 καὶ Βαθαρωθ καὶ οἱ ἀγροὶ αὐτῶν, πόλεις δέκα τρεῖς καὶ αἱ κῶμαι αὐτῶν·


( )
19,7 Ερεμμων καὶ Θαλχα καὶ Εθερ καὶ Ασαν, πόλεις τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν ( ) 19,8 κύκλῳ τῶν πόλεων αὐτῶν ἕως Βαρεκ πορευομένων Βαμεθ κατὰ λίβα. αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Συμεων κατὰ δήμους αὐτῶν. ( ) 19,9 ἀπὸ τοῦ κλήρου Ιουδα ἡ κληρονομία φυλῆς υἱῶν Συμεων, ὅτι ἐγενήθη ἡ μερὶς υἱῶν Ιουδα μείζων τῆς αὐτῶν· καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεων ἐν μέσῳ τοῦ κλήρου αὐτῶν. ( ) 19,10 Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ τρίτος τῷ Ζαβουλων κατὰ δήμους αὐτῶν. ἔσται τὰ ὅρια τῆς κληρονομίας αὐτῶν Εσεδεκ ( ) 19,11 Γωλα· ὅρια αὐτῶν ἡ θάλασσα καὶ Μαραγελλα καὶ συνάψει ἐπὶ Βαιθαραβα εἰς τὴν φάραγγα, ἥ ἐστιν κατὰ πρόσωπον Ιεκμαν, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 7