Livre de Josuée
18,15 καὶ μέρος τὸ πρὸς λίβα ἀπὸ μέρους Καριαθβααλ, καὶ διελεύσεται ὅρια εἰς Γασιν ἐπὶ πηγὴν ὕδατος Ναφθω, ( ) 18,16 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους τοῦ ὄρους, ὅ ἐστιν κατὰ πρόσωπον νάπης Ονναμ, ὅ ἐστιν ἐκ μέρους Εμεκραφαιν ἀπὸ βορρᾶ, καὶ καταβήσεται Γαιεννα ἐπὶ νώτου Ιεβουσαι ἀπὸ λιβὸς καὶ καταβήσεται ἐπὶ πηγὴν Ρωγηλ ( ) 18,17 καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσαμυς καὶ παρελεύσεται ἐπὶ Γαλιλωθ, ἥ ἐστιν ἀπέναντι πρὸς ἀνάβασιν Αιθαμιν, καὶ καταβήσεται ἐπὶ λίθον Βαιων υἱῶν Ρουβην ( ) 18,18 καὶ διελεύσεται κατὰ νώτου Βαιθαραβα ἀπὸ βορρᾶ καὶ καταβήσεται ( ) 18,19 ἐπὶ τὰ ὅρια ἐπὶ νώτου Βαιθαγλα ἀπὸ βορρᾶ, καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ λοφιὰν τῆς θαλάσσης τῶν ἁλῶν ἐπὶ βορρᾶν εἰς μέρος τοῦ Ιορδάνου ἀπὸ λιβός· ταῦτα τὰ ὅριά ἐστιν ἀπὸ λιβός. ( )

18,20 καὶ ὁ Ιορδάνης ὁριεῖ ἀπὸ μέρους ἀνατολῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενιαμιν, τὰ ὅρια αὐτῆς κύκλῳ κατὰ δήμους.


( )
18,21 καὶ ἐγενήθησαν αἱ πόλεις τῶν υἱῶν Βενιαμιν κατὰ δήμους αὐτῶν Ιεριχω καὶ Βαιθεγλιω καὶ Αμεκασις ( ) 18,22 καὶ Βαιθαβαρα καὶ Σαρα καὶ Βησανα ( ) 18,23 καὶ Αιιν καὶ Φαρα καὶ Εφραθα ( ) 18,24 καὶ Καραφα καὶ Κεφιρα καὶ Μονι καὶ Γαβαα, πόλεις δέκα δύο καὶ αἱ κῶμαι αὐτῶν· ( ) 18,25 Γαβαων καὶ Ραμα καὶ Βεηρωθα ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 7