Livre de Josuée
18,12 καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ βορρᾶ ἀπὸ τοῦ Ιορδάνου, προσαναβήσεται τὰ ὅρια κατὰ νώτου Ιεριχω ἀπὸ βορρᾶ καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος ἡ Μαδβαρῖτις Βαιθων, ( ) 18,13 καὶ διελεύσεται ἐκεῖθεν τὰ ὅρια Λουζα ἐπὶ νώτου Λουζα ἀπὸ λιβός [αὕτη ἐστὶν Βαιθηλ], καὶ καταβήσεται τὰ ὅρια Μααταρωθορεχ ἐπὶ τὴν ὀρεινήν, ἥ ἐστιν πρὸς λίβα Βαιθωρων ἡ κάτω, ( ) 18,14 καὶ διελεύσεται τὰ ὅρια καὶ περιελεύσεται ἐπὶ τὸ μέρος τὸ βλέπον παρὰ θάλασσαν ἀπὸ λιβὸς ἀπὸ τοῦ ὄρους ἐπὶ πρόσωπον Βαιθωρων λίβα, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος εἰς Καριαθβααλ [αὕτη ἐστὶν Καριαθιαριν πόλις υἱῶν Ιουδα]· τοῦτό ἐστιν τὸ μέρος τὸ πρὸς θάλασσαν. ( ) 18,15 καὶ μέρος τὸ πρὸς λίβα ἀπὸ μέρους Καριαθβααλ, καὶ διελεύσεται ὅρια εἰς Γασιν ἐπὶ πηγὴν ὕδατος Ναφθω, ( ) 18,16 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους τοῦ ὄρους, ὅ ἐστιν κατὰ πρόσωπον νάπης Ονναμ, ὅ ἐστιν ἐκ μέρους Εμεκραφαιν ἀπὸ βορρᾶ, καὶ καταβήσεται Γαιεννα ἐπὶ νώτου Ιεβουσαι ἀπὸ λιβὸς καὶ καταβήσεται ἐπὶ πηγὴν Ρωγηλ ( )

18,17 καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσαμυς καὶ παρελεύσεται ἐπὶ Γαλιλωθ, ἥ ἐστιν ἀπέναντι πρὸς ἀνάβασιν Αιθαμιν, καὶ καταβήσεται ἐπὶ λίθον Βαιων υἱῶν Ρουβην


( )
18,18 καὶ διελεύσεται κατὰ νώτου Βαιθαραβα ἀπὸ βορρᾶ καὶ καταβήσεται ( ) 18,19 ἐπὶ τὰ ὅρια ἐπὶ νώτου Βαιθαγλα ἀπὸ βορρᾶ, καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ λοφιὰν τῆς θαλάσσης τῶν ἁλῶν ἐπὶ βορρᾶν εἰς μέρος τοῦ Ιορδάνου ἀπὸ λιβός· ταῦτα τὰ ὅριά ἐστιν ἀπὸ λιβός. ( ) 18,20 καὶ ὁ Ιορδάνης ὁριεῖ ἀπὸ μέρους ἀνατολῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενιαμιν, τὰ ὅρια αὐτῆς κύκλῳ κατὰ δήμους. ( ) 18,21 καὶ ἐγενήθησαν αἱ πόλεις τῶν υἱῶν Βενιαμιν κατὰ δήμους αὐτῶν Ιεριχω καὶ Βαιθεγλιω καὶ Αμεκασις ( ) 18,22 καὶ Βαιθαβαρα καὶ Σαρα καὶ Βησανα ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 7