Livre de Josuée
18,2 καὶ κατελείφθησαν οἱ υἱοὶ Ισραηλ, οἳ οὐκ ἐκληρονόμησαν, ἑπτὰ φυλαί. ( ) 18,3 καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ισραηλ Ἕως τίνος ἐκλυθήσεσθε κληρονομῆσαι τὴν γῆν, ἣν ἔδωκεν κύριος ὁ θεὸς ἡμῶν., ( ) 18,4 δότε ἐξ ὑμῶν τρεῖς ἄνδρας ἐκ φυλῆς, καὶ ἀναστάντες διελθέτωσαν τὴν γῆν καὶ διαγραψάτωσαν αὐτὴν ἐναντίον μου, καθὰ δεήσει διελεῖν αὐτήν. [καὶ ἤλθοσαν πρὸς αὐτόν, ( ) 18,5 καὶ διεῖλεν αὐτοῖς ἑπτὰ μερίδας.] Ιουδας στήσεται αὐτοῖς ὅριον ἀπὸ λιβός, καὶ οἱ υἱοὶ Ιωσηφ στήσονται αὐτοῖς ἀπὸ βορρᾶ. ( ) 18,6 ὑμεῖς δὲ μερίσατε τὴν γῆν ἑπτὰ μερίδας καὶ ἐνέγκατε πρός με ὧδε, καὶ ἐξοίσω ὑμῖν κλῆρον ἔναντι κυρίου τοῦ θεοῦ ἡμῶν. ( )

18,7 οὐ γάρ ἐστιν μερὶς τοῖς υἱοῖς Λευι ἐν ὑμῖν, ἱερατεία γὰρ κυρίου μερὶς αὐτοῦ· καὶ Γαδ καὶ Ρουβην καὶ τὸ ἥμισυ φυλῆς Μανασση ἐλάβοσαν τὴν κληρονομίαν αὐτῶν πέραν τοῦ Ιορδάνου ἐπ ἀνατολάς, ἣν ἔδωκεν αὐτοῖς Μωυσῆς ὁ παῖς κυρίου.


( )
18,8 καὶ ἀναστάντες οἱ ἄνδρες ἐπορεύθησαν, καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἀνδράσιν τοῖς πορευομένοις χωροβατῆσαι τὴν γῆν λέγων Πορεύεσθε καὶ χωροβατήσατε τὴν γῆν καὶ παραγενήθητε πρός με, καὶ ὧδε ἐξοίσω ὑμῖν κλῆρον ἔναντι κυρίου ἐν Σηλω. ( ) 18,9 καὶ ἐπορεύθησαν καὶ ἐχωροβάτησαν τὴν γῆν καὶ εἴδοσαν αὐτὴν καὶ ἔγραψαν αὐτὴν κατὰ πόλεις αὐτῆς ἑπτὰ μερίδας εἰς βιβλίον καὶ ἤνεγκαν πρὸς Ἰησοῦν. ( ) 18,10 καὶ ἐνέβαλεν αὐτοῖς Ἰησοῦς κλῆρον ἐν Σηλω ἔναντι κυρίου. ( ) 18,11 Καὶ ἐξῆλθεν ὁ κλῆρος φυλῆς Βενιαμιν πρῶτος κατὰ δήμους αὐτῶν, καὶ ἐξῆλθεν ὅρια τοῦ κλήρου αὐτῶν ἀνὰ μέσον Ιουδα καὶ ἀνὰ μέσον τῶν υἱῶν Ιωσηφ. ( ) 18,12 καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ βορρᾶ ἀπὸ τοῦ Ιορδάνου, προσαναβήσεται τὰ ὅρια κατὰ νώτου Ιεριχω ἀπὸ βορρᾶ καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος ἡ Μαδβαρῖτις Βαιθων, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 7