Livre de Josuée
16,6 καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς Ικασμων ἀπὸ βορρᾶ Θερμα, περιελεύσεται ἐπὶ ἀνατολὰς εἰς Θηνασα καὶ Σελλησα καὶ παρελεύσεται ἀπ ἀνατολῶν εἰς Ιανωκα ( ) 16,7 καὶ εἰς Μαχω καὶ Αταρωθ καὶ αἱ κῶμαι αὐτῶν καὶ ἐλεύσεται ἐπὶ Ιεριχω καὶ διεκβαλεῖ ἐπὶ τὸν Ιορδάνην, ( ) 16,8 καὶ ἀπὸ Ταφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανα, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ θάλασσαν· αὕτη ἡ κληρονομία φυλῆς Εφραιμ κατὰ δήμους αὐτῶν. ( ) 16,9 καὶ αἱ πόλεις αἱ ἀφορισθεῖσαι τοῖς υἱοῖς Εφραιμ ἀνὰ μέσον τῆς κληρονομίας υἱῶν Μανασση, πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν. ( ) 16,10 καὶ οὐκ ἀπώλεσεν Εφραιμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζερ, καὶ κατῴκει ὁ Χαναναῖος ἐν τῷ Εφραιμ ἕως τῆς ἡμέρας ταύτης, ἕως ἀνέβη Φαραω βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν αὐτὴν καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί, καὶ τοὺς Χαναναίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς κα ( )

17,1 Καὶ ἐγένετο τὰ ὅρια φυλῆς υἱῶν Μανασση, ὅτι οὗτος πρωτότοκος τῷ Ιωσηφ· τῷ Μαχιρ πρωτοτόκῳ Μανασση πατρὶ Γαλααδ [ἀνὴρ γὰρ πολεμιστὴς ἦν] ἐν τῇ Γαλααδίτιδι καὶ ἐν τῇ Βασανίτιδι.


( )
17,2 καὶ ἐγενήθη τοῖς υἱοῖς Μανασση τοῖς λοιποῖς κατὰ δήμους αὐτῶν, τοῖς υἱοῖς Ιεζερ καὶ τοῖς υἱοῖς Κελεζ καὶ τοῖς υἱοῖς Ιεζιηλ καὶ τοῖς υἱοῖς Συχεμ καὶ τοῖς υἱοῖς Συμαριμ καὶ τοῖς υἱοῖς Οφερ· οὗτοι οἱ ἄρσενες κατὰ δήμους αὐτῶν. ( ) 17,3 καὶ τῷ Σαλπααδ υἱῷ Οφερ, οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ ἢ θυγατέρες, καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπααδ· Μααλα καὶ Νουα καὶ Εγλα καὶ Μελχα καὶ Θερσα. ( ) 17,4 καὶ ἔστησαν ἐναντίον Ελεαζαρ τοῦ ἱερέως καὶ ἐναντίον Ἰησοῦ καὶ ἐναντίον τῶν ἀρχόντων λέγουσαι Ὁ θεὸς ἐνετείλατο διὰ χειρὸς Μωυσῆ δοῦναι ἡμῖν κληρονομίαν ἐν μέσῳ τῶν ἀδελφῶν ἡμῶν. καὶ ἐδόθη αὐταῖς διὰ προστάγματος κυρίου κλῆρος ἐν τοῖς ἀδελφοῖς τοῦ πατρὸς ( ) 17,5 καὶ ἔπεσεν ὁ σχοινισμὸς αὐτῶν ἀπὸ Ανασσα καὶ πεδίον Λαβεκ ἐκ τῆς Γαλααδ, ἥ ἐστιν πέραν τοῦ Ιορδάνου· ( ) 17,6 ὅτι θυγατέρες υἱῶν Μανασση ἐκληρονόμησαν κλῆρον ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν· ἡ δὲ γῆ Γαλααδ ἐγενήθη τοῖς υἱοῖς Μανασση τοῖς καταλελειμμένοις. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 7