Livre de Josuée
15,59 καὶ Μαγαρωθ καὶ Βαιθαναμ καὶ Θεκουμ, πόλεις ἓξ καὶ αἱ κῶμαι αὐτῶν· ( ) 15,60 Καριαθβααλ [αὕτη ἡ πόλις Ιαριμ] καὶ Σωθηβα, πόλεις δύο καὶ αἱ ἐπαύλεις αὐτῶν· ( ) 15,61 καὶ Βαδδαργις καὶ Θαραβααμ καὶ Αινων καὶ Αιχιοζα ( ) 15,62 καὶ Ναφλαζων καὶ αἱ πόλεις Σαδωμ καὶ Ανκαδης, πόλεις ἑπτὰ καὶ αἱ κῶμαι αὐτῶν. ( ) 15,63 Καὶ ὁ Ιεβουσαῖος κατῴκει ἐν Ιερουσαλημ, καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Ιουδα ἀπολέσαι αὐτούς· καὶ κατῴκησαν οἱ Ιεβουσαῖοι ἐν Ιερουσαλημ ἕως τῆς ἡμέρας ἐκείνης. ( )

16,1 Καὶ ἐγένετο τὰ ὅρια υἱῶν Ιωσηφ ἀπὸ τοῦ Ιορδάνου τοῦ κατὰ Ιεριχω ἀπ ἀνατολῶν καὶ ἀναβήσεται ἀπὸ Ιεριχω εἰς τὴν ὀρεινὴν τὴν ἔρημον εἰς Βαιθηλ Λουζα


19538 Bible des Peuples sur titre chapitre 2023-11-11: Les tribus d'Éphraïm et de Manassé

( )
16,2 καὶ ἐξελεύσεται εἰς Βαιθηλ καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ Χαταρωθι ( ) 16,3 καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια Απταλιμ ἕως τῶν ὁρίων Βαιθωρων τὴν κάτω, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν. ( ) 16,4 Καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Ιωσηφ, Εφραιμ καὶ Μανασση· ( ) 16,5 καὶ ἐγενήθη ὅρια υἱῶν Εφραιμ κατὰ δήμους αὐτῶν· καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπὸ ἀνατολῶν Αταρωθ καὶ Εροκ ἕως Βαιθωρων τὴν ἄνω καὶ Γαζαρα, ( ) 16,6 καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς Ικασμων ἀπὸ βορρᾶ Θερμα, περιελεύσεται ἐπὶ ἀνατολὰς εἰς Θηνασα καὶ Σελλησα καὶ παρελεύσεται ἀπ ἀνατολῶν εἰς Ιανωκα ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 7