Livre de Josuée
15,18 καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῷ λέγουσα Αἰτήσομαι τὸν πατέρα μου ἀγρόν· καὶ ἐβόησεν ἐκ τοῦ ὄνου. καὶ εἶπεν αὐτῇ Χαλεβ Τί ἐστίν σοι., ( ) 15,19 καὶ εἶπεν αὐτῷ Δός μοι εὐλογίαν, ὅτι εἰς γῆν Ναγεβ δέδωκάς με· δός μοι τὴν Γολαθμαιν. καὶ ἔδωκεν αὐτῇ Χαλεβ τὴν Γολαθμαιν τὴν ἄνω καὶ τὴν Γολαθμαιν τὴν κάτω. ( ) 15,20 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ιουδα. ( ) 15,21 Ἐγενήθησαν δὲ αἱ πόλεις αὐτῶν· πόλις πρώτη φυλῆς υἱῶν Ιουδα ἐφ ὁρίων Εδωμ ἐπὶ τῆς ἐρήμου Καιβαισελεηλ καὶ Αρα καὶ Ασωρ ( ) 15,22 καὶ Ικαμ καὶ Ρεγμα καὶ Αρουηλ ( )
15,23 καὶ Καδης καὶ Ασοριωναιν
( )
15,24 καὶ Μαιναμ καὶ Βαλμαιναν καὶ αἱ κῶμαι αὐτῶν ( ) 15,25 καὶ αἱ πόλεις Ασερων [αὕτη Ασωρ] ( ) 15,26 καὶ Σην καὶ Σαλμαα καὶ Μωλαδα ( ) 15,27 καὶ Σερι καὶ Βαιφαλαδ ( ) 15,28 καὶ Χολασεωλα καὶ Βηρσαβεε καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν, ( )
trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 7