Livre de Josuée
15,13 καὶ τῷ Χαλεβ υἱῷ Ιεφοννη ἔδωκεν μερίδα ἐν μέσῳ υἱῶν Ιουδα διὰ προστάγματος τοῦ θεοῦ, καὶ ἔδωκεν αὐτῷ Ἰησοῦς τὴν πόλιν Αρβοκ μητρόπολιν Ενακ [αὕτη ἐστὶν Χεβρων]. ( ) 15,14 καὶ ἐξωλέθρευσεν ἐκεῖθεν Χαλεβ υἱὸς Ιεφοννη τοὺς τρεῖς υἱοὺς Ενακ, τὸν Σουσι καὶ τὸν Θολμι καὶ τὸν Αχιμα. ( ) 15,15 καὶ ἀνέβη ἐκεῖθεν Χαλεβ ἐπὶ τοὺς κατοικοῦντας Δαβιρ· τὸ δὲ ὄνομα Δαβιρ ἦν τὸ πρότερον Πόλις γραμμάτων. ( ) 15,16 καὶ εἶπεν Χαλεβ Ὃς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς, δώσω αὐτῷ τὴν Αχσαν θυγατέρα μου εἰς γυναῖκα. ( ) 15,17 καὶ ἔλαβεν αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεβ ὁ νεώτερος, καὶ ἔδωκεν αὐτῷ τὴν Αχσαν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα. ( )

15,18 καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῷ λέγουσα Αἰτήσομαι τὸν πατέρα μου ἀγρόν· καὶ ἐβόησεν ἐκ τοῦ ὄνου. καὶ εἶπεν αὐτῇ Χαλεβ Τί ἐστίν σοι.,


( )
15,19 καὶ εἶπεν αὐτῷ Δός μοι εὐλογίαν, ὅτι εἰς γῆν Ναγεβ δέδωκάς με· δός μοι τὴν Γολαθμαιν. καὶ ἔδωκεν αὐτῇ Χαλεβ τὴν Γολαθμαιν τὴν ἄνω καὶ τὴν Γολαθμαιν τὴν κάτω. ( ) 15,20 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ιουδα. ( ) 15,21 Ἐγενήθησαν δὲ αἱ πόλεις αὐτῶν· πόλις πρώτη φυλῆς υἱῶν Ιουδα ἐφ ὁρίων Εδωμ ἐπὶ τῆς ἐρήμου Καιβαισελεηλ καὶ Αρα καὶ Ασωρ ( ) 15,22 καὶ Ικαμ καὶ Ρεγμα καὶ Αρουηλ ( ) 15,23 καὶ Καδης καὶ Ασοριωναιν ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 7