Livre de Josuée
15,2 καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ τῆς λοφιᾶς τῆς φερούσης ἐπὶ λίβα ( ) 15,3 καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως Ακραβιν καὶ ἐκπεριπορεύεται Σεννα καὶ ἀναβαίνει ἀπὸ λιβὸς ἐπὶ Καδης Βαρνη καὶ ἐκπορεύεται Ασωρων καὶ προσαναβαίνει εἰς Αδδαρα καὶ περιπορεύεται τὴν κατὰ δυσμὰς Καδης ( ) 15,4 καὶ πορεύεται ἐπὶ Ασεμωνα καὶ διεκβαλεῖ ἕως φάραγγος Αἰγύπτου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν θάλασσαν· τοῦτό ἐστιν αὐτῶν ὅρια ἀπὸ λιβός. ( ) 15,5 καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν· πᾶσα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως τοῦ Ιορδάνου. καὶ τὰ ὅρια αὐτῶν ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς λοφιᾶς τῆς θαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ Ιορδάνου· ( ) 15,6 ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλα καὶ παραπορεύεται ἀπὸ βορρᾶ ἐπὶ Βαιθαραβα, καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαιων υἱοῦ Ρουβην, ( )
15,7 καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος Αχωρ καὶ καταβαίνει ἐπὶ Γαλγαλ, ἥ ἐστιν ἀπέναντι τῆς προσβάσεως Αδδαμιν, ἥ ἐστιν κατὰ λίβα τῇ φάραγγι, καὶ διεκβαλεῖ ἐπὶ τὸ ὕδωρ πηγῆς ἡλίου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος πηγὴ Ρωγηλ,
( )
15,8 καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα Ονομ ἐπὶ νώτου Ιεβους ἀπὸ λιβός [αὕτη ἐστὶν Ιερουσαλημ], καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους, ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος Ονομ πρὸς θαλάσσης, ἥ ἐστιν ἐκ μέρους γῆς Ραφαιν ἐπὶ βορρᾶ, ( ) 15,9 καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Ναφθω καὶ διεκβάλλει εἰς τὸ ὄρος Εφρων, καὶ ἐξάξει τὸ ὅριον εἰς Βααλ [αὕτη ἐστὶν πόλις Ιαριμ], ( ) 15,10 καὶ περιελεύσεται ὅριον ἀπὸ Βααλ ἐπὶ θάλασσαν καὶ παρελεύσεται εἰς ὄρος Ασσαρες ἐπὶ νώτου, πόλιν Ιαριμ ἀπὸ βορρᾶ [αὕτη ἐστὶν Χασλων] καὶ καταβήσεται ἐπὶ Πόλιν ἡλίου καὶ παρελεύσεται ἐπὶ λίβα, ( ) 15,11 καὶ διεκβαλεῖ τὸ ὅριον κατὰ νώτου Ακκαρων ἐπὶ βορρᾶν, καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σακχαρωνα καὶ παρελεύσεται ὄρος τῆς Βαλα καὶ διεκβαλεῖ ἐπὶ Ιαβνηλ, καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν. ( ) 15,12 καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ. ταῦτα τὰ ὅρια υἱῶν Ιουδα κύκλῳ κατὰ δήμους αὐτῶν. ( )
trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 7