Livre de la Genèse
24,24 καὶ εἶπεν αὐτῷ Θυγάτηρ Βαθουηλ εἰμὶ ἐγὼ τοῦ Μελχας, ὃν ἔτεκεν τῷ Ναχωρ. ( ) 24,25 καὶ εἶπεν αὐτῷ Καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ ἡμῖν καὶ τόπος τοῦ καταλῦσαι. ( ) 24,26 καὶ εὐδοκήσας ὁ ἄνθρωπος προσεκύνησεν κυρίῳ ( ) 24,27 καὶ εἶπεν Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ κυρίου μου Αβρααμ, ὃς οὐκ ἐγκατέλιπεν τὴν δικαιοσύνην αὐτοῦ καὶ τὴν ἀλήθειαν ἀπὸ τοῦ κυρίου μου· ἐμὲ εὐόδωκεν κύριος εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου. ( ) 24,28 Καὶ δραμοῦσα ἡ παῖς ἀπήγγειλεν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα. ( )

24,29 τῇ δὲ Ρεβεκκα ἀδελφὸς ἦν, ᾧ ὄνομα Λαβαν· καὶ ἔδραμεν Λαβαν πρὸς τὸν ἄνθρωπον ἔξω ἐπὶ τὴν πηγήν.


( )
24,30 καὶ ἐγένετο ἡνίκα εἶδεν τὰ ἐνώτια καὶ τὰ ψέλια ἐπὶ τὰς χεῖρας τῆς ἀδελφῆς αὐτοῦ καὶ ὅτε ἤκουσεν τὰ ῥήματα Ρεβεκκας τῆς ἀδελφῆς αὐτοῦ λεγούσης Οὕτως λελάληκέν μοι ὁ ἄνθρωπος, καὶ ἦλθεν πρὸς τὸν ἄνθρωπον ἑστηκότος αὐτοῦ ἐπὶ τῶν καμήλων ἐπὶ τῆς πηγῆς ( ) 24,31 καὶ εἶπεν αὐτῷ Δεῦρο εἴσελθε· εὐλογητὸς κύριος· ἵνα τί ἕστηκας ἔξω., ἐγὼ δὲ ἡτοίμακα τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις. ( ) 24,32 εἰσῆλθεν δὲ ὁ ἄνθρωπος εἰς τὴν οἰκίαν καὶ ἀπέσαξεν τὰς καμήλους. καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα ταῖς καμήλοις καὶ ὕδωρ νίψασθαι τοῖς ποσὶν αὐτοῦ καὶ τοῖς ποσὶν τῶν ἀνδρῶν τῶν μετ αὐτοῦ. ( ) 24,33 καὶ παρέθηκεν αὐτοῖς ἄρτους φαγεῖν. καὶ εἶπεν Οὐ μὴ φάγω ἕως τοῦ λαλῆσαί με τὰ ῥήματά μου. καὶ εἶπαν Λάλησον. ( ) 24,34 Καὶ εἶπεν Παῖς Αβρααμ ἐγώ εἰμι. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: