Livre de Josuée
13,16 καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ Αροηρ, ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος Αρνων, καὶ ἡ πόλις ἡ ἐν τῇ φάραγγι Αρνων καὶ πᾶσαν τὴν Μισωρ ( ) 13,17 ἕως Εσεβων καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ Μισωρ καὶ Δαιβων καὶ Βαμωθβααλ καὶ οἴκου Βεελμων ( ) 13,18 καὶ Ιασσα καὶ Κεδημωθ καὶ Μεφααθ ( ) 13,19 καὶ Καριαθαιμ καὶ Σεβαμα καὶ Σεραδα καὶ Σιωρ ἐν τῷ ὄρει Εμακ ( ) 13,20 καὶ Βαιθφογωρ καὶ Ασηδωθ Φασγα καὶ Βαιθασιμωθ ( )

13,21 καὶ πάσας τὰς πόλεις τοῦ Μισωρ καὶ πᾶσαν τὴν βασιλείαν τοῦ Σηων βασιλέως τῶν Αμορραίων, ὃν ἐπάταξεν Μωυσῆς αὐτὸν καὶ τοὺς ἡγουμένους Μαδιαμ καὶ τὸν Ευι καὶ τὸν Ροκομ καὶ τὸν Σουρ καὶ τὸν Ουρ καὶ τὸν Ροβε ἄρχοντας παρὰ Σηων καὶ τοὺς κατοικοῦντας τὴν γῆν.


( )
13,22 καὶ τὸν Βαλααμ τὸν τοῦ Βεωρ τὸν μάντιν ἀπέκτειναν ἐν τῇ ῥοπῇ. ( ) 13,23 ἐγένετο δὲ τὰ ὅρια Ρουβην· Ιορδάνης ὅριον. αὕτη ἡ κληρονομία υἱῶν Ρουβην κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν. ( ) 13,24 Ἔδωκεν δὲ Μωυσῆς τοῖς υἱοῖς Γαδ κατὰ δήμους αὐτῶν. ( ) 13,25 καὶ ἐγένετο τὰ ὅρια αὐτῶν Ιαζηρ, πᾶσαι αἱ πόλεις Γαλααδ καὶ τὸ ἥμισυ γῆς υἱῶν Αμμων ἕως Αροηρ, ἥ ἐστιν κατὰ πρόσωπον Ραββα, ( ) 13,26 καὶ ἀπὸ Εσεβων ἕως Ραμωθ κατὰ τὴν Μασσηφα καὶ Βοτανιν καὶ Μααναιν ἕως τῶν ὁρίων Δαβιρ ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 6