Livre de Josuée
13,7 καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν κληρονομίᾳ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασση· ἀπὸ τοῦ Ιορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν, ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ. ( ) 13,8 ταῖς δὲ δύο φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασση, τῷ Ρουβην καὶ τῷ Γαδ, ἔδωκεν Μωυσῆς ἐν τῷ πέραν τοῦ Ιορδάνου κατ ἀνατολὰς ἡλίου· δέδωκεν αὐτὴν Μωυσῆς ὁ παῖς κυρίου ( ) 13,9 ἀπὸ Αροηρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Αρνων, καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος καὶ πᾶσαν τὴν Μισωρ ἀπὸ Μαιδαβα ἕως Δαιβαν, ( ) 13,10 πάσας τὰς πόλεις Σηων βασιλέως Αμορραίων, ὃς ἐβασίλευσεν ἐν Εσεβων, ἕως τῶν ὁρίων υἱῶν Αμμων ( ) 13,11 καὶ τὴν Γαλααδίτιδα καὶ τὰ ὅρια Γεσιρι καὶ τοῦ Μαχατι, πᾶν ὄρος Αερμων καὶ πᾶσαν τὴν Βασανῖτιν ἕως Σελχα, ( )

13,12 πᾶσαν τὴν βασιλείαν Ωγ ἐν τῇ Βασανίτιδι, ὃς ἐβασίλευσεν ἐν Ασταρωθ καὶ ἐν Εδραιν· οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων, καὶ ἐπάταξεν αὐτὸν Μωυσῆς καὶ ἐξωλέθρευσεν.


( )
13,13 καὶ οὐκ ἐξωλέθρευσαν οἱ υἱοὶ Ισραηλ τὸν Γεσιρι καὶ τὸν Μαχατι καὶ τὸν Χαναναῖον, καὶ κατῴκει βασιλεὺς Γεσιρι καὶ ὁ Μαχατι ἐν τοῖς υἱοῖς Ισραηλ ἕως τῆς σήμερον ἡμέρας. ( ) 13,14 πλὴν τῆς φυλῆς Λευι οὐκ ἐδόθη κληρονομία· κύριος ὁ θεὸς Ισραηλ, οὗτος αὐτῶν κληρονομία, καθὰ εἶπεν αὐτοῖς κύριος. καὶ οὗτος ὁ καταμερισμός, ὃν κατεμέρισεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ ἐν Αραβωθ Μωαβ ἐν τῷ πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω. ( ) 13,15 Καὶ ἔδωκεν Μωυσῆς τῇ φυλῇ Ρουβην κατὰ δήμους αὐτῶν. ( ) 13,16 καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ Αροηρ, ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος Αρνων, καὶ ἡ πόλις ἡ ἐν τῇ φάραγγι Αρνων καὶ πᾶσαν τὴν Μισωρ ( ) 13,17 ἕως Εσεβων καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ Μισωρ καὶ Δαιβων καὶ Βαμωθβααλ καὶ οἴκου Βεελμων ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 6