Livre de Josuée
12,22 βασιλέα Μαγεδων, βασιλέα Ιεκοναμ τοῦ Χερμελ, ( ) 12,23 βασιλέα Δωρ τοῦ Ναφεδδωρ, βασιλέα Γωιμ τῆς Γαλιλαίας, ( ) 12,24 βασιλέα Θαρσα· πάντες οὗτοι βασιλεῖς εἴκοσι ἐννέα. ( ) 13,1 Καὶ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς τῶν ἡμερῶν. καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Σὺ προβέβηκας τῶν ἡμερῶν, καὶ ἡ γῆ ὑπολέλειπται πολλὴ εἰς κληρονομίαν. ( ) 13,2 καὶ αὕτη ἡ γῆ ἡ καταλελειμμένη· ὅρια Φυλιστιιμ, ὁ Γεσιρι καὶ ὁ Χαναναῖος· ( )

13,3 ἀπὸ τῆς ἀοικήτου τῆς κατὰ πρόσωπον Αἰγύπτου ἕως τῶν ὁρίων Ακκαρων ἐξ εὐωνύμων τῶν Χαναναίων προσλογίζεται ταῖς πέντε σατραπείαις τῶν Φυλιστιιμ, τῷ Γαζαίῳ καὶ τῷ Ἀζωτίῳ καὶ τῷ Ἀσκαλωνίτῃ καὶ τῷ Γεθθαίῳ καὶ τῷ Ακκαρωνίτῃ· καὶ τῷ Ευαίῳ


( )
13,4 ἐκ Θαιμαν καὶ πάσῃ γῇ Χανααν ἐναντίον Γάζης, καὶ οἱ Σιδώνιοι ἕως Αφεκ ἕως τῶν ὁρίων τῶν Αμορραίων, ( ) 13,5 καὶ πᾶσαν τὴν γῆν Γαβλι Φυλιστιιμ καὶ πάντα τὸν Λίβανον ἀπὸ ἀνατολῶν ἡλίου ἀπὸ Γαλγαλ ὑπὸ τὸ ὄρος τὸ Αερμων ἕως τῆς εἰσόδου Εμαθ· ( ) 13,6 πᾶς ὁ κατοικῶν τὴν ὀρεινὴν ἀπὸ τοῦ Λιβάνου ἕως τῆς Μασερεφωθμαιμ, πάντας τοὺς Σιδωνίους, ἐγὼ αὐτοὺς ἐξολεθρεύσω ἀπὸ προσώπου Ισραηλ· ἀλλὰ διάδος αὐτὴν ἐν κλήρῳ τῷ Ισραηλ, ὃν τρόπον σοι ἐνετειλάμην. ( ) 13,7 καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν κληρονομίᾳ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασση· ἀπὸ τοῦ Ιορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν, ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ. ( ) 13,8 ταῖς δὲ δύο φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασση, τῷ Ρουβην καὶ τῷ Γαδ, ἔδωκεν Μωυσῆς ἐν τῷ πέραν τοῦ Ιορδάνου κατ ἀνατολὰς ἡλίου· δέδωκεν αὐτὴν Μωυσῆς ὁ παῖς κυρίου ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 6