Livre de Josuée
11,20 ὅτι διὰ κυρίου ἐγένετο κατισχῦσαι αὐτῶν τὴν καρδίαν συναντᾶν εἰς πόλεμον πρὸς Ισραηλ, ἵνα ἐξολεθρευθῶσιν, ὅπως μὴ δοθῇ αὐτοῖς ἔλεος, ἀλλ ἵνα ἐξολεθρευθῶσιν, ὃν τρόπον εἶπεν κύριος πρὸς Μωυσῆν. ( ) 11,21 Καὶ ἦλθεν Ἰησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλέθρευσεν τοὺς Ενακιμ ἐκ τῆς ὀρεινῆς, ἐκ Χεβρων καὶ ἐκ Δαβιρ καὶ ἐξ Αναβωθ καὶ ἐκ παντὸς γένους Ισραηλ καὶ ἐκ παντὸς ὄρους Ιουδα σὺν ταῖς πόλεσιν αὐτῶν, καὶ ἐξωλέθρευσεν αὐτοὺς Ἰησοῦς. ( Nb 13,22 , ) 11,22 οὐ κατελείφθη τῶν Ενακιμ ἀπὸ τῶν υἱῶν Ισραηλ, ἀλλὰ πλὴν ἐν Γάζῃ καὶ ἐν Γεθ καὶ ἐν Ασεδωθ κατελείφθη. ( ) 11,23 καὶ ἔλαβεν Ἰησοῦς πᾶσαν τὴν γῆν, καθότι ἐνετείλατο κύριος τῷ Μωυσῇ, καὶ ἔδωκεν αὐτοὺς Ἰησοῦς ἐν κληρονομίᾳ Ισραηλ ἐν μερισμῷ κατὰ φυλὰς αὐτῶν. καὶ ἡ γῆ κατέπαυσεν πολεμουμένη. ( ) 12,1 Καὶ οὗτοι οἱ βασιλεῖς τῆς γῆς, οὓς ἀνεῖλον οἱ υἱοὶ Ισραηλ καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ Ιορδάνου ἀφ ἡλίου ἀνατολῶν ἀπὸ φάραγγος Αρνων ἕως τοῦ ὄρους Αερμων καὶ πᾶσαν τὴν γῆν Αραβα ἀπ ἀνατολῶν· ( )

12,2 Σηων τὸν βασιλέα τῶν Αμορραίων, ὃς κατῴκει ἐν Εσεβων κυριεύων ἀπὸ Αροηρ, ἥ ἐστιν ἐν τῇ φάραγγι, κατὰ μέρος τῆς φάραγγος καὶ τὸ ἥμισυ τῆς Γαλααδ ἕως Ιαβοκ, ὅρια υἱῶν Αμμων,


( )
12,3 καὶ Αραβα ἕως τῆς θαλάσσης Χενερεθ κατ ἀνατολὰς καὶ ἕως τῆς θαλάσσης Αραβα, θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν, ὁδὸν τὴν κατὰ Ασιμωθ, ἀπὸ Θαιμαν τὴν ὑπὸ Ασηδωθ Φασγα· ( ) 12,4 καὶ Ωγ βασιλεὺς Βασαν ὑπελείφθη ἐκ τῶν γιγάντων ὁ κατοικῶν ἐν Ασταρωθ καὶ ἐν Εδραιν ( ) 12,5 ἄρχων ἀπὸ ὄρους Αερμων καὶ ἀπὸ Σελχα καὶ πᾶσαν τὴν Βασαν ἕως ὁρίων Γεσουρι καὶ τὴν Μαχατι καὶ τὸ ἥμισυ Γαλααδ, ὁρίων Σηων βασιλέως Εσεβων. ( ) 12,6 Μωυσῆς ὁ παῖς κυρίου καὶ οἱ υἱοὶ Ισραηλ ἐπάταξαν αὐτούς, καὶ ἔδωκεν αὐτὴν Μωυσῆς ἐν κληρονομίᾳ Ρουβην καὶ Γαδ καὶ τῷ ἡμίσει φυλῆς Μανασση. ( ) 12,7 Καὶ οὗτοι οἱ βασιλεῖς τῶν Αμορραίων, οὓς ἀνεῖλεν Ἰησοῦς καὶ οἱ υἱοὶ Ισραηλ ἐν τῷ πέραν τοῦ Ιορδάνου παρὰ θάλασσαν Βααλγαδ ἐν τῷ πεδίῳ τοῦ Λιβάνου καὶ ἕως τοῦ ὄρους Χελχα ἀναβαινόντων εἰς Σηιρ, καὶ ἔδωκεν αὐτὴν Ἰησοῦς ταῖς φυλαῖς Ισραηλ κληρονομεῖν κατὰ κλ ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 6