Livre de Josuée
10,41 ἀπὸ Καδης Βαρνη ἕως Γάζης, πᾶσαν τὴν Γοσομ ἕως τῆς Γαβαων, ( ) 10,42 καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν καὶ τὴν γῆν αὐτῶν ἐπάταξεν Ἰησοῦς εἰς ἅπαξ, ὅτι κύριος ὁ θεὸς Ισραηλ συνεπολέμει τῷ Ισραηλ. ( ) 11,1 Ὡς δὲ ἤκουσεν Ιαβιν βασιλεὺς Ασωρ, ἀπέστειλεν πρὸς Ιωβαβ βασιλέα Μαρρων καὶ πρὸς βασιλέα Συμοων καὶ πρὸς βασιλέα Αζιφ ( ) 11,2 καὶ πρὸς τοὺς βασιλεῖς τοὺς κατὰ Σιδῶνα τὴν μεγάλην, εἰς τὴν ὀρεινὴν καὶ εἰς τὴν Ραβα ἀπέναντι Κενερωθ καὶ εἰς τὸ πεδίον καὶ εἰς Ναφεδδωρ ( ) 11,3 καὶ εἰς τοὺς παραλίους Χαναναίους ἀπὸ ἀνατολῶν καὶ εἰς τοὺς παραλίους Αμορραίους καὶ Ευαίους καὶ Ιεβουσαίους καὶ Φερεζαίους τοὺς ἐν τῷ ὄρει καὶ τοὺς Χετταίους τοὺς ὑπὸ τὴν Αερμων εἰς γῆν Μασσηφα. ( )

11,4 καὶ ἐξῆλθον αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν μετ αὐτῶν ὥσπερ ἡ ἄμμος τῆς θαλάσσης τῷ πλήθει καὶ ἵπποι καὶ ἅρματα πολλὰ σφόδρα.


( )
11,5 καὶ συνῆλθον πάντες οἱ βασιλεῖς οὗτοι καὶ παρεγένοντο ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐπὶ τοῦ ὕδατος Μαρρων πολεμῆσαι τὸν Ισραηλ. ( ) 11,6 καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι αὔριον ταύτην τὴν ὥραν ἐγὼ παραδίδωμι τετροπωμένους αὐτοὺς ἐναντίον τοῦ Ισραηλ· τοὺς ἵππους αὐτῶν νευροκοπήσεις καὶ τὰ ἅρματα αὐτῶν κατακαύσεις ἐν πυρί. ( ) 11,7 καὶ ἦλθεν Ἰησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ἐπ αὐτοὺς ἐπὶ τὸ ὕδωρ Μαρρων ἐξάπινα καὶ ἐπέπεσαν ἐπ αὐτοὺς ἐν τῇ ὀρεινῇ. ( ) 11,8 καὶ παρέδωκεν αὐτοὺς κύριος ὑποχειρίους Ισραηλ, καὶ κόπτοντες αὐτοὺς κατεδίωκον ἕως Σιδῶνος τῆς μεγάλης καὶ ἕως Μασερων καὶ ἕως τῶν πεδίων Μασσωχ κατ ἀνατολὰς καὶ κατέκοψαν αὐτοὺς ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν διασεσῳσμένον. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 6