Livre de Josuée
10,35 καὶ παρέδωκεν αὐτὴν κύριος ἐν χειρὶ Ισραηλ, καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσεν αὐτὴν ἐν στόματι ξίφους, καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ ἐφόνευσαν, ὃν τρόπον ἐποίησαν τῇ Λαχις. ( ) 10,36 Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ισραηλ μετ αὐτοῦ εἰς Χεβρων καὶ περιεκάθισεν αὐτήν. ( ) 10,37 καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον, ὅσα ἦν ἐν αὐτῇ, οὐκ ἦν διασεσῳσμένος· ὃν τρόπον ἐποίησαν τὴν Οδολλαμ, ἐξωλέθρευσαν αὐτὴν καὶ ὅσα ἦν ἐν αὐτῇ. ( ) 10,38 Καὶ ἀπέστρεψεν Ἰησοῦς καὶ πᾶς Ισραηλ εἰς Δαβιρ καὶ περικαθίσαντες αὐτὴν ( ) 10,39 ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ τὰς κώμας αὐτῆς καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτὴν καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατέλιπον αὐτῇ οὐδένα διασεσῳσμένον· ὃν τρόπον ἐποίησαν τὴν Χεβρων καὶ τῷ βασιλεῖ αὐτῆς, οὕτως ἐποίησαν τῇ Δα ( )

10,40 Καὶ ἐπάταξεν Ἰησοῦς πᾶσαν τὴν γῆν τῆς ὀρεινῆς καὶ τὴν Ναγεβ καὶ τὴν πεδινὴν καὶ τὴν Ασηδωθ καὶ τοὺς βασιλεῖς αὐτῆς, οὐ κατέλιπον αὐτῶν σεσῳσμένον· καὶ πᾶν ἐμπνέον ζωῆς ἐξωλέθρευσεν, ὃν τρόπον ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ.


4107 Bible des peuples sur verset 2019-01-02: La montagne : ce sont les monts de Juda et d’Éphraïm, la partie centrale entre la côte et le Jourdain. Le Négueb est le désert du sud ; la plaine dite Séphélah, est celle qui borde la Méditerranée et s’appuie sur les coteaux du massif montagneux.

( )
10,41 ἀπὸ Καδης Βαρνη ἕως Γάζης, πᾶσαν τὴν Γοσομ ἕως τῆς Γαβαων, ( ) 10,42 καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν καὶ τὴν γῆν αὐτῶν ἐπάταξεν Ἰησοῦς εἰς ἅπαξ, ὅτι κύριος ὁ θεὸς Ισραηλ συνεπολέμει τῷ Ισραηλ. ( ) 11,1 Ὡς δὲ ἤκουσεν Ιαβιν βασιλεὺς Ασωρ, ἀπέστειλεν πρὸς Ιωβαβ βασιλέα Μαρρων καὶ πρὸς βασιλέα Συμοων καὶ πρὸς βασιλέα Αζιφ ( ) 11,2 καὶ πρὸς τοὺς βασιλεῖς τοὺς κατὰ Σιδῶνα τὴν μεγάλην, εἰς τὴν ὀρεινὴν καὶ εἰς τὴν Ραβα ἀπέναντι Κενερωθ καὶ εἰς τὸ πεδίον καὶ εἰς Ναφεδδωρ ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 6