Livre de Josuée
6,23 καὶ εἰσῆλθον οἱ δύο νεανίσκοι οἱ κατασκοπεύσαντες τὴν πόλιν εἰς τὴν οἰκίαν τῆς γυναικὸς καὶ ἐξηγάγοσαν Ρααβ τὴν πόρνην καὶ τὸν πατέρα αὐτῆς καὶ τὴν μητέρα αὐτῆς καὶ τοὺς ἀδελφοὺς αὐτῆς καὶ πάντα, ὅσα ἦν αὐτῇ, καὶ πᾶσαν τὴν συγγένειαν αὐτῆς καὶ κατέστησαν ( ) 6,24 καὶ ἡ πόλις ἐνεπρήσθη ἐμπυρισμῷ σὺν πᾶσιν τοῖς ἐν αὐτῇ, πλὴν ἀργυρίου καὶ χρυσίου καὶ χαλκοῦ καὶ σιδήρου ἔδωκαν εἰς θησαυρὸν κυρίου εἰσενεχθῆναι. ( ) 6,25 καὶ Ρααβ τὴν πόρνην καὶ πάντα τὸν οἶκον τὸν πατρικὸν αὐτῆς ἐζώγρησεν Ἰησοῦς, καὶ κατῴκησεν ἐν τῷ Ισραηλ ἕως τῆς σήμερον ἡμέρας, διότι ἔκρυψεν τοὺς κατασκοπεύσαντας, οὓς ἀπέστειλεν Ἰησοῦς κατασκοπεῦσαι τὴν Ιεριχω. ( ) 6,26 καὶ ὥρκισεν Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐναντίον κυρίου λέγων Ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς οἰκοδομήσει τὴν πόλιν ἐκείνην· ἐν τῷ πρωτοτόκῳ αὐτοῦ θεμελιώσει αὐτὴν καὶ ἐν τῷ ἐλαχίστῳ αὐτοῦ ἐπιστήσει τὰς πύλας αὐτῆς. καὶ οὕτως ἐποίησεν Οζαν ὁ ἐκ Βαιθηλ· ἐν τῷ Αβ ( ) 6,27 Καὶ ἦν κύριος μετὰ Ἰησοῦ, καὶ ἦν τὸ ὄνομα αὐτοῦ κατὰ πᾶσαν τὴν γῆν. ( )

7,1 Καὶ ἐπλημμέλησαν οἱ υἱοὶ Ισραηλ πλημμέλειαν μεγάλην καὶ ἐνοσφίσαντο ἀπὸ τοῦ ἀναθέματος· καὶ ἔλαβεν Αχαρ υἱὸς Χαρμι υἱοῦ Ζαμβρι υἱοῦ Ζαρα ἐκ τῆς φυλῆς Ιουδα ἀπὸ τοῦ ἀναθέματος· καὶ ἐθυμώθη ὀργῇ κύριος τοῖς υἱοῖς Ισραηλ.


19524 Bible des Peuples sur titre chapitre 2023-11-11: Akan viole la loi de l'anathème

4098 Bible des peuples sur verset 2018-12-30: Tout le butin est déclaré “anathème”, c’est-à-dire consacré à Dieu. Qu’il soit brûlé ou déposé au trésor du sanctuaire, il est offert à Dieu. Akan a volé Dieu, et selon la manière de penser des peuples primitifs, ce qui est volé se transforme en malédiction contre le voleur et sa famille. Cet incident nous fera peut-être réfléchir sur la gravité de notre engagement une fois que nous avons décidé de consacrer notre temps, notre personne à Dieu.

( )
7,2 καὶ ἀπέστειλεν Ἰησοῦς ἄνδρας εἰς Γαι, ἥ ἐστιν κατὰ Βαιθηλ, λέγων Κατασκέψασθε τὴν Γαι· καὶ ἀνέβησαν οἱ ἄνδρες καὶ κατεσκέψαντο τὴν Γαι. ( ) 7,3 καὶ ἀνέστρεψαν πρὸς Ἰησοῦν καὶ εἶπαν πρὸς αὐτόν Μὴ ἀναβήτω πᾶς ὁ λαός, ἀλλ ὡς δισχίλιοι ἢ τρισχίλιοι ἄνδρες ἀναβήτωσαν καὶ ἐκπολιορκησάτωσαν τὴν πόλιν· μὴ ἀναγάγῃς ἐκεῖ τὸν λαὸν πάντα, ὀλίγοι γάρ εἰσιν. ( ) 7,4 καὶ ἀνέβησαν ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ ἔφυγον ἀπὸ προσώπου τῶν ἀνδρῶν Γαι. ( ) 7,5 καὶ ἀπέκτειναν ἀπ αὐτῶν ἄνδρες Γαι εἰς τριάκοντα καὶ ἓξ ἄνδρας καὶ κατεδίωξαν αὐτοὺς ἀπὸ τῆς πύλης καὶ συνέτριψαν αὐτοὺς ἐπὶ τοῦ καταφεροῦς· καὶ ἐπτοήθη ἡ καρδία τοῦ λαοῦ καὶ ἐγένετο ὥσπερ ὕδωρ. ( ) 7,6 καὶ διέρρηξεν Ἰησοῦς τὰ ἱμάτια αὐτοῦ, καὶ ἔπεσεν Ἰησοῦς ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον ἐναντίον κυρίου ἕως ἑσπέρας, αὐτὸς καὶ οἱ πρεσβύτεροι Ισραηλ, καὶ ἐπεβάλοντο χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 5