Livre de Josuée
4,9 ἔστησεν δὲ Ἰησοῦς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτῷ τῷ Ιορδάνῃ ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου, καί εἰσιν ἐκεῖ ἕως τῆς σήμερον ἡμέρας. ( ) 4,10 εἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐν τῷ Ιορδάνῃ, ἕως οὗ συνετέλεσεν Ἰησοῦς πάντα, ἃ ἐνετείλατο κύριος ἀναγγεῖλαι τῷ λαῷ, καὶ ἔσπευσεν ὁ λαὸς καὶ διέβησαν. ( ) 4,11 καὶ ἐγένετο ὡς συνετέλεσεν πᾶς ὁ λαὸς διαβῆναι, καὶ διέβη ἡ κιβωτὸς τῆς διαθήκης κυρίου, καὶ οἱ λίθοι ἔμπροσθεν αὐτῶν. ( ) 4,12 καὶ διέβησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ οἱ ἡμίσεις φυλῆς Μανασση διεσκευασμένοι ἔμπροσθεν τῶν υἱῶν Ισραηλ, καθάπερ ἐνετείλατο αὐτοῖς Μωυσῆς. ( ) 4,13 τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον κυρίου εἰς πόλεμον πρὸς τὴν Ιεριχω πόλιν. ( )

4,14 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ηὔξησεν κύριος τὸν Ἰησοῦν ἐναντίον παντὸς τοῦ γένους Ισραηλ, καὶ ἐφοβοῦντο αὐτὸν ὥσπερ Μωυσῆν, ὅσον χρόνον ἔζη.


( )
4,15 Καὶ εἶπεν κύριος τῷ Ἰησοῖ λέγων ( ) 4,16 Ἔντειλαι τοῖς ἱερεῦσιν τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης τοῦ μαρτυρίου κυρίου ἐκβῆναι ἐκ τοῦ Ιορδάνου. ( ) 4,17 καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἱερεῦσιν λέγων Ἔκβητε ἐκ τοῦ Ιορδάνου. ( ) 4,18 καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐκ τοῦ Ιορδάνου καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τῆς γῆς, ὥρμησεν τὸ ὕδωρ τοῦ Ιορδάνου κατὰ χώραν καὶ ἐπορεύετο καθὰ ἐχθὲς καὶ τρίτην ἡμέραν δι ὅλης τῆς κρηπῖδος. ( ) 4,19 καὶ ὁ λαὸς ἀνέβη ἐκ τοῦ Ιορδάνου δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου· καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ Ισραηλ ἐν Γαλγαλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τῆς Ιεριχω. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 5