Livre de Josuée
4,2 Παραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ, ἕνα ἀφ ἑκάστης φυλῆς, ( ) 4,3 σύνταξον αὐτοῖς λέγων Ἀνέλεσθε ἐκ μέσου τοῦ Ιορδάνου ἑτοίμους δώδεκα λίθους καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν αὐτοῖς θέτε αὐτοὺς ἐν τῇ στρατοπεδείᾳ ὑμῶν, οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα. ( ) 4,4 καὶ ἀνακαλεσάμενος Ἰησοῦς δώδεκα ἄνδρας τῶν ἐνδόξων ἀπὸ τῶν υἱῶν Ισραηλ, ἕνα ἀφ ἑκάστης φυλῆς, ( ) 4,5 εἶπεν αὐτοῖς Προσαγάγετε ἔμπροσθέν μου πρὸ προσώπου κυρίου εἰς μέσον τοῦ Ιορδάνου, καὶ ἀνελόμενος ἐκεῖθεν ἕκαστος λίθον ἀράτω ἐπὶ τῶν ὤμων αὐτοῦ κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ισραηλ, ( Ex 6,8 , ) 4,6 ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διὰ παντός, ἵνα ὅταν ἐρωτᾷ σε ὁ υἱός σου αὔριον λέγων Τί εἰσιν οἱ λίθοι οὗτοι ὑμῖν., ( )

4,7 καὶ σὺ δηλώσεις τῷ υἱῷ σου λέγων Ὅτι ἐξέλιπεν ὁ Ιορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαθήκης κυρίου πάσης τῆς γῆς, ὡς διέβαινεν αὐτόν· καὶ ἔσονται οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς Ισραηλ ἕως τοῦ αἰῶνος.


4090 Bible des peuples sur verset 2018-12-30: C’est l’un des textes de la Bible où la catéchèse se fait sous la forme question-réponse (Exode 12.26 ; 13.14 ; Deutéronome 6.24 ; Josué 4.21). Et la réponse n’est jamais une définition mais le rappel d’un fait ; elle n’a pas besoin de mots abstraits ni de recettes pédagogiques pour maintenir l’attention : on transmet le témoignage des interventions divines. Cette forme de catéchèse s’identifie aujourd’hui avec la lecture de la Bible. Elle est bien plus efficace quand ce sont les parents qui témoignent eux-mêmes des faits qui fondent leur foi, qu’il s’agisse de l’histoire évangélique ou de l’interprétation chrétienne des événements actuels. Aujourd’hui comme alors la famille est le lieu privilégié pour la transmission de la foi.

( )
4,8 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ, καθότι ἐνετείλατο κύριος τῷ Ἰησοῖ, καὶ λαβόντες δώδεκα λίθους ἐκ μέσου τοῦ Ιορδάνου, καθάπερ συνέταξεν κύριος τῷ Ἰησοῖ ἐν τῇ συντελείᾳ τῆς διαβάσεως τῶν υἱῶν Ισραηλ, καὶ διεκόμισαν ἅμα ἑαυτοῖς εἰς τὴν παρεμβολὴν καὶ ἀπέθ ( ) 4,9 ἔστησεν δὲ Ἰησοῦς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτῷ τῷ Ιορδάνῃ ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου, καί εἰσιν ἐκεῖ ἕως τῆς σήμερον ἡμέρας. ( ) 4,10 εἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐν τῷ Ιορδάνῃ, ἕως οὗ συνετέλεσεν Ἰησοῦς πάντα, ἃ ἐνετείλατο κύριος ἀναγγεῖλαι τῷ λαῷ, καὶ ἔσπευσεν ὁ λαὸς καὶ διέβησαν. ( ) 4,11 καὶ ἐγένετο ὡς συνετέλεσεν πᾶς ὁ λαὸς διαβῆναι, καὶ διέβη ἡ κιβωτὸς τῆς διαθήκης κυρίου, καὶ οἱ λίθοι ἔμπροσθεν αὐτῶν. ( ) 4,12 καὶ διέβησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ οἱ ἡμίσεις φυλῆς Μανασση διεσκευασμένοι ἔμπροσθεν τῶν υἱῶν Ισραηλ, καθάπερ ἐνετείλατο αὐτοῖς Μωυσῆς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 5