Livre de Josuée
3,15 ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν Ιορδάνην καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ιορδάνου – ὁ δὲ Ιορδάνης ἐπλήρου καθ ὅλην τὴν κρηπῖδα αὐτοῦ ὡσεὶ ἡμέ ( ) 3,16 καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν, ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καριαθιαριμ, τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Αραβα, θάλασσαν ἁλός, ἕως εἰς τὸ τέλος ἐξέλιπεν· καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ιεριχω. ( ) 3,17 καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ιορδάνου· καὶ πάντες οἱ υἱοὶ Ισραηλ διέβαινον διὰ ξηρᾶς, ἕως συνετέλεσεν πᾶς ὁ λαὸς διαβαίνων τὸν Ιορδάνην. ( ) 4,1 Καὶ ἐπεὶ συνετέλεσεν πᾶς ὁ λαὸς διαβαίνων τὸν Ιορδάνην, καὶ εἶπεν κύριος τῷ Ἰησοῖ λέγων ( ) 4,2 Παραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ, ἕνα ἀφ ἑκάστης φυλῆς, ( )

4,3 σύνταξον αὐτοῖς λέγων Ἀνέλεσθε ἐκ μέσου τοῦ Ιορδάνου ἑτοίμους δώδεκα λίθους καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν αὐτοῖς θέτε αὐτοὺς ἐν τῇ στρατοπεδείᾳ ὑμῶν, οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα.


4089 Bible des peuples sur verset 2018-12-30: Il est évident qu’ici plusieurs récits se mélangent qui ne sont pas d’accord sur tous les points. Les douze pierres ont-elles été placées dans le camp (4.3), ou bien ont-elles été disposées dans le lit du Jourdain (4.9) ? Peu importe. Ces pierres étaient sans doute déjà là, près de Guilgal, bien avant Josué et les Israélites : elles formaient le sanctuaire d’un lieu de culte païen. Mais après la conquête, les prêtres ont voulu leur donner un sens religieux conforme à leur foi, comme nous avons déjà vu dans Exode 12.15.

( )
4,4 καὶ ἀνακαλεσάμενος Ἰησοῦς δώδεκα ἄνδρας τῶν ἐνδόξων ἀπὸ τῶν υἱῶν Ισραηλ, ἕνα ἀφ ἑκάστης φυλῆς, ( ) 4,5 εἶπεν αὐτοῖς Προσαγάγετε ἔμπροσθέν μου πρὸ προσώπου κυρίου εἰς μέσον τοῦ Ιορδάνου, καὶ ἀνελόμενος ἐκεῖθεν ἕκαστος λίθον ἀράτω ἐπὶ τῶν ὤμων αὐτοῦ κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ισραηλ, ( Ex 6,8 , ) 4,6 ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διὰ παντός, ἵνα ὅταν ἐρωτᾷ σε ὁ υἱός σου αὔριον λέγων Τί εἰσιν οἱ λίθοι οὗτοι ὑμῖν., ( ) 4,7 καὶ σὺ δηλώσεις τῷ υἱῷ σου λέγων Ὅτι ἐξέλιπεν ὁ Ιορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαθήκης κυρίου πάσης τῆς γῆς, ὡς διέβαινεν αὐτόν· καὶ ἔσονται οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς Ισραηλ ἕως τοῦ αἰῶνος. ( ) 4,8 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ, καθότι ἐνετείλατο κύριος τῷ Ἰησοῖ, καὶ λαβόντες δώδεκα λίθους ἐκ μέσου τοῦ Ιορδάνου, καθάπερ συνέταξεν κύριος τῷ Ἰησοῖ ἐν τῇ συντελείᾳ τῆς διαβάσεως τῶν υἱῶν Ισραηλ, καὶ διεκόμισαν ἅμα ἑαυτοῖς εἰς τὴν παρεμβολὴν καὶ ἀπέθ ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 5