Livre de Josuée
3,1 Καὶ ὤρθρισεν Ἰησοῦς τὸ πρωί, καὶ ἀπῆραν ἐκ Σαττιν καὶ ἤλθοσαν ἕως τοῦ Ιορδάνου καὶ κατέλυσαν ἐκεῖ πρὸ τοῦ διαβῆναι. ( ) 3,2 καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας διῆλθον οἱ γραμματεῖς διὰ τῆς παρεμβολῆς ( ) 3,3 καὶ ἐνετείλαντο τῷ λαῷ λέγοντες Ὅταν ἴδητε τὴν κιβωτὸν τῆς διαθήκης κυρίου τοῦ θεοῦ ἡμῶν καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς Λευίτας αἴροντας αὐτήν, ἀπαρεῖτε ἀπὸ τῶν τόπων ὑμῶν καὶ πορεύεσθε ὀπίσω αὐτῆς· ( ) 3,4 ἀλλὰ μακρὰν ἔστω ἀνὰ μέσον ὑμῶν καὶ ἐκείνης ὅσον δισχιλίους πήχεις· στήσεσθε, μὴ προσεγγίσητε αὐτῇ, ἵν ἐπίστησθε τὴν ὁδόν, ἣν πορεύεσθε αὐτήν· οὐ γὰρ πεπόρευσθε τὴν ὁδὸν ἀπ ἐχθὲς καὶ τρίτης ἡμέρας. ( ) 3,5 καὶ εἶπεν Ἰησοῦς τῷ λαῷ Ἁγνίσασθε εἰς αὔριον, ὅτι αὔριον ποιήσει ἐν ὑμῖν κύριος θαυμαστά. ( )

3,6 καὶ εἶπεν Ἰησοῦς τοῖς ἱερεῦσιν Ἄρατε τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ προπορεύεσθε τοῦ λαοῦ. καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ἐπορεύοντο ἔμπροσθεν τοῦ λαοῦ.


4086 Bible des peuples sur verset 2018-12-30: Josué a donné un ordre au peuple, il donne un ordre aux prêtres. Dans ces chapitres 3 et 4 tout spécialement on notera le refrain de l’obéissance. Yahvé donne des ordres à Josué, et Josué obéit. Josué donne des ordres au peuple et aux prêtres, et Yahvé accomplit son œuvre souveraine. S’il était possible de retrouver la réalité historique du passage de la mer et du passage du Jourdain, peut-être le second ne serait-il pas inférieur au premier.

( )
3,7 καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε κατενώπιον πάντων υἱῶν Ισραηλ, ἵνα γνῶσιν, καθότι ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ. ( ) 3,8 καὶ νῦν ἔντειλαι τοῖς ἱερεῦσιν τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης λέγων Ὡς ἂν εἰσέλθητε ἐπὶ μέρους τοῦ ὕδατος τοῦ Ιορδάνου, καὶ ἐν τῷ Ιορδάνῃ στήσεσθε. ( ) 3,9 καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ισραηλ Προσαγάγετε ὧδε καὶ ἀκούσατε τὸ ῥῆμα κυρίου τοῦ θεοῦ ἡμῶν. ( ) 3,10 ἐν τούτῳ γνώσεσθε ὅτι θεὸς ζῶν ἐν ὑμῖν καὶ ὀλεθρεύων ὀλεθρεύσει ἀπὸ προσώπου ἡμῶν τὸν Χαναναῖον καὶ τὸν Χετταῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Ευαῖον καὶ τὸν Αμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν Ιεβουσαῖον· ( ) 3,11 ἰδοὺ ἡ κιβωτὸς διαθήκης κυρίου πάσης τῆς γῆς διαβαίνει τὸν Ιορδάνην. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 5