Livre de la Genèse
23,13 καὶ εἶπεν τῷ Εφρων εἰς τὰ ὦτα τοῦ λαοῦ τῆς γῆς Ἐπειδὴ πρὸς ἐμοῦ εἶ, ἄκουσόν μου· τὸ ἀργύριον τοῦ ἀγροῦ λαβὲ παρ ἐμοῦ, καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ. ( ) 23,14 ἀπεκρίθη δὲ Εφρων τῷ Αβρααμ λέγων ( ) 23,15 Οὐχί, κύριε· ἀκήκοα. γῆ τετρακοσίων διδράχμων ἀργυρίου, ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ τί ἂν εἴη τοῦτο., σὺ δὲ τὸν νεκρόν σου θάψον. ( Jn 2,4 , ) 23,16 καὶ ἤκουσεν Αβρααμ τοῦ Εφρων, καὶ ἀπεκατέστησεν Αβρααμ τῷ Εφρων τὸ ἀργύριον, ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χετ, τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις. ( Lv 25,23 , ) 23,17 καὶ ἔστη ὁ ἀγρὸς Εφρων, ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ, ὅς ἐστιν κατὰ πρόσωπον Μαμβρη, ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, καὶ πᾶν δένδρον, ὃ ἦν ἐν τῷ ἀγρῷ, ὅ ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ, ( )

23,18 τῷ Αβρααμ εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χετ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν.


( )
23,19 μετὰ ταῦτα ἔθαψεν Αβρααμ Σαρραν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ὅ ἐστιν ἀπέναντι Μαμβρη [αὕτη ἐστὶν Χεβρων] ἐν τῇ γῇ Χανααν. ( ) 23,20 καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, τῷ Αβρααμ εἰς κτῆσιν τάφου παρὰ τῶν υἱῶν Χετ. ( ) 24,1 Καὶ Αβρααμ ἦν πρεσβύτερος προβεβηκὼς ἡμερῶν, καὶ κύριος εὐλόγησεν τὸν Αβρααμ κατὰ πάντα. ( ) 24,2 καὶ εἶπεν Αβρααμ τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ Θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, ( ) 24,3 καὶ ἐξορκιῶ σε κύριον τὸν θεὸν τοῦ οὐρανοῦ καὶ τὸν θεὸν τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ισαακ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθ ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: