Livre du Deutéronome
33,2 καὶ εἶπεν Κύριος ἐκ Σινα ἥκει καὶ ἐπέφανεν ἐκ Σηιρ ἡμῖν καὶ κατέσπευσεν ἐξ ὄρους Φαραν σὺν μυριάσιν Καδης, ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ αὐτοῦ. ( ) 33,3 καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ, καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου· καὶ οὗτοι ὑπὸ σέ εἰσιν, καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ ( ) 33,4 νόμον, ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς, κληρονομίαν συναγωγαῖς Ιακωβ. ( ) 33,5 καὶ ἔσται ἐν τῷ ἠγαπημένῳ ἄρχων συναχθέντων ἀρχόντων λαῶν ἅμα φυλαῖς Ισραηλ. ( ) 33,6 Ζήτω Ρουβην καὶ μὴ ἀποθανέτω καὶ ἔστω πολὺς ἐν ἀριθμῷ. ( )

33,7 Καὶ αὕτη Ιουδα Εἰσάκουσον, κύριε, φωνῆς Ιουδα, καὶ εἰς τὸν λαὸν αὐτοῦ εἰσέλθοισαν· αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ, καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ.


( )
33,8 Καὶ τῷ Λευι εἶπεν Δότε Λευι δήλους αὐτοῦ καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ, ὃν ἐπείρασαν αὐτὸν ἐν πείρᾳ, ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας· ( ) 33,9 ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρί Οὐχ ἑόρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω· ἐφύλαξεν τὰ λόγιά σου καὶ τὴν διαθήκην σου διετήρησεν. ( ) 33,10 δηλώσουσιν τὰ δικαιώματά σου τῷ Ιακωβ καὶ τὸν νόμον σου τῷ Ισραηλ· ἐπιθήσουσιν θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου. ( ) 33,11 εὐλόγησον, κύριε, τὴν ἰσχὺν αὐτοῦ καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι· κάταξον ὀσφὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ, καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν. ( ) 33,12 Καὶ τῷ Βενιαμιν εἶπεν Ἠγαπημένος ὑπὸ κυρίου κατασκηνώσει πεποιθώς, καὶ ὁ θεὸς σκιάζει ἐπ αὐτῷ πάσας τὰς ἡμέρας, καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ κατέπαυσεν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: