Livre du Deutéronome
32,32 ἐκ γὰρ ἀμπέλου Σοδομων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομορρας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς· ( ) 32,33 θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατος. ( ) 32,34 οὐκ ἰδοὺ ταῦτα συνῆκται παρ ἐμοὶ καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου., ( ) 32,35 ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, ἐν καιρῷ, ὅταν σφαλῇ ὁ ποὺς αὐτῶν· ὅτι ἐγγὺς ἡμέρα ἀπωλείας αὐτῶν, καὶ πάρεστιν ἕτοιμα ὑμῖν. ( ) 32,36 ὅτι κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται· εἶδεν γὰρ παραλελυμένους αὐτοὺς καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ καὶ παρειμένους. ( )

32,37 καὶ εἶπεν κύριος Ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν, ἐφ οἷς ἐπεποίθεισαν ἐπ αὐτοῖς,


2512 Bible des peuples sur verset 2018-11-24: 37-39 Ce jour-là Yahvé seul recevra la gloire.

( )
32,38 ὧν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἠσθίετε καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶν., ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν καὶ γενηθήτωσαν ὑμῖν σκεπασταί. ( ) 32,39 ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου. ( ) 32,40 ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου καὶ ἐρῶ Ζῶ ἐγὼ εἰς τὸν αἰῶνα, ( ) 32,41 ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου, καὶ ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσίν με ἀνταποδώσω· ( ) 32,42 μεθύσω τὰ βέλη μου ἀφ αἵματος, καὶ ἡ μάχαιρά μου καταφάγεται κρέα, ἀφ αἵματος τραυματιῶν καὶ αἰχμαλωσίας, ἀπὸ κεφαλῆς ἀρχόντων ἐχθρῶν. ( )



trouve dans 1 passage(s): Le cantique de Moïse,
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: